Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
- καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
- τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
- ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
- ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
- ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
- οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
- ὦ μόχθηρε σὺ
- οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
- ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
- ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
- ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
- τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
- διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.
- τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
- οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
- οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
- ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
- χαῖρʼ Ἀμφίθεε.
- μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·