Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
  2. καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
  3. ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
  4. ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
  5. ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
  6. ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
  7. καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
  8. ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων
  9. στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,
  10. ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
Δικαιόπολις
  1. κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
  2. ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
Θέωρος
  1. καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
  2. ἔπεμψεν ὑμῖν.
Δικαιόπολις
  1. τοῦτο μέν γʼ ἤδη σαφές.
Κῆρυξ
  1. οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
Δικαιόπολις
  1. τουτὶ τί ἐστι τὸ κακόν;
Θέωρος
  1. Ὀδομάντων στρατός.
Δικαιόπολις
  1. ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
  2. τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;