Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
- ἐς τὸ πρυτανεῖον.
- ταῦτα δῆτʼ οὐχ ἀγχόνη;
- κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
- τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
- ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
- ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;
- οὑτοσὶ πάρα.
- ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
- σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
- καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
- ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
- προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
- ὁδί.
- ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
- χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—
- μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
- εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
- καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
- ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.