Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἴμοι κακοδαίμων ὡς σαφῶς.
Πρέσβυς
  1. τί δʼ αὖ λέγει;
Δικαιόπολις
  1. ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
  2. εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
Πρέσβυς
  1. οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.
Δικαιόπολις
  1. ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
  2. ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
  3. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
  4. ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·
  5. βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)
  6. ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)
  7. Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,
  8. κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.
  9. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
  10. ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
  11. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,
  12. τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων
  13. εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
  14. ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;
Κῆρυξ
  1. σίγα, κάθιζε.