Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. στυγερὸς ἐγώ.
Δικαιόπολις
  1. τί με σὺ κυνεῖς;
Λάμαχος
  1. μογερὸς ἐγώ.
Δικαιόπολις
  1. τί με σὺ δάκνεις;
Λάμαχος
  1. τάλας ἐγὼ ξυμβολῆς βαρείας.
Δικαιόπολις
  1. τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
Λάμαχος
  1. ἰὼ ἰὼ Παιὰν Παιάν.
Δικαιόπολις
  1. ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
Λάμαχος
  1. λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
  2. προσλάβεσθʼ ὦ φίλοι.
Δικαιόπολις
  1. ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
  2. προσλάβεσθʼ ὦ φίλαι.
Λάμαχος
  1. εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
  2. καὶ σκοτοδινιῶ.
Δικαιόπολις
  1. κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
  2. καὶ σκοτοβινιῶ
Λάμαχος
  1. θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
  2. παιωνίαισι χερσίν.
Δικαιόπολις
  1. ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
  2. ἀπόδοτέ μοι τὸν ἀσκόν.