Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
  2. ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
  3. λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
  4. ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.
Λάμαχος
  1. ἀτταταῖ ἀτταταῖ
  2. στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
  3. διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
  4. ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,
  5. Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον
  6. κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
Δικαιόπολις
  1. ἀτταταῖ ἀτταταῖ
  2. τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
  3. φιλήσατόν με μαλθακῶς ὦ χρυσίω
  4. τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
  5. ---
  6. τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
Λάμαχος
  1. ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
  2. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
Δικαιόπολις
  1. ---
  2. ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.