Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
- ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
- τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
- καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
- τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.
- ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
- ἀλλʼ ἑψόμεσθα σὴν χάριν
- τήνελλα καλλίνικος ᾄδοντες
- σὲ καὶ τὸν ἀσκόν.