Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,
  2. εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
  3. μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
  4. βουλόμενος ἐν σκότῳ λάβοι
  5. τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·
  6. ἐπᾴξειεν δʼ ἔχων
  7. τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν
  8. βάλοι Κρατῖνον.
Θεράπων Λαμάχου
  1. ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου,
  2. ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε·
  3. ὀθόνια, κηρωτὴν παρασκευάζετε,
  4. ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
  5. ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
  6. καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
  7. καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,
  8. καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
  9. πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
  10. πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
  11. ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν
  12. λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.