Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
- νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
- αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
- ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
- ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
- τῷ μὲν πίνειν στεφανωσαμένῳ,
- σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
- τῷ δὲ καθεύδειν
- μετὰ παιδίσκης ὡραιοτάτης,
- ἀνατριβομένῳ τε τὸ δεῖνα.
- Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,
- ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
- ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.
- ὃν ἔτʼ ἐπίδοιμι τευθίδος
- δεόμενον, ἡ δʼ ὠπτημένη
- σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
- ὀκέλλοι· κᾆτα μέλλοντος
- λαβεῖν αὐτοῦ κύων
- ἁρπάσασα φεύγοι.
- τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.