Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἔχʼ, ἀντέχου παῖ.
- καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
- τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
- καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
- φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
- κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
- ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
- ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
- κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
- ἐνορῶ γέροντα δειλίας φευξούμενον.
- κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων
- κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
- φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
- ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
- ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
- ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
- τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
- τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
- ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
- ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.