Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
Λάμαχος
  1. ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
Δικαιόπολις
  1. ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
Λάμαχος
  1. καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
Δικαιόπολις
  1. καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
Λάμαχος
  1. ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
Δικαιόπολις
  1. ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
Λάμαχος
  1. τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
Δικαιόπολις
  1. κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
Λάμαχος
  1. ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
Δικαιόπολις
  1. ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
Λάμαχος
  1. ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
Δικαιόπολις
  1. οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
  2. βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
  3. πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;
Λάμαχος
  1. οἴμʼ ὡς ὑβρίζεις.
Δικαιόπολις
  1. τὰς ἀκρίδας κρίνει πολύ.
Λάμαχος
  1. παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.
Δικαιόπολις
  1. παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
Λάμαχος
  1. φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.