Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Δικαιόπολι.
Δικαιόπολις
  1. τί ἔστιν;
Ἄγγελος Β
  1. ἐπὶ δεῖπνον ταχὺ
  2. βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
  3. ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
  4. ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
  5. τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
  6. κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
  7. στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
  8. ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
  9. ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
  10. ἀλλʼ ὡς τάχιστα σπεῦδε.
Λάμαχος
  1. κακοδαίμων ἐγώ.
Δικαιόπολις
  1. καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
  2. σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
Λάμαχος
  1. παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
Δικαιόπολις
  1. παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
Λάμαχος
  1. ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
Δικαιόπολις
  1. ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
Λάμαχος
  1. θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.