Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
  2. ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
  3. ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
Χορός
  1. καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
  2. ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
Ἄγγελος Α
  1. ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
Λάμαχος
  1. τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
Ἄγγελος Α
  1. ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
  2. ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
  3. κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
  4. ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
  5. ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
Λάμαχος
  1. ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
  2. οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
Δικαιόπολις
  1. ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
Λάμαχος
  1. οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
Δικαιόπολις
  1. βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
Λάμαχος
  1. αἰαῖ
  2. οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
Δικαιόπολις
  1. αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;