Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ αὑτηὶ τίς ἔστιν;
- ἡ νυμφεύτρια
- δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
- φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
- τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
- ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
- φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,
- ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
- ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.