Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
- ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
- νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
- ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
- ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
- καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
- ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
- ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
- τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;