Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τίς οὑτοσί; τίς οὑτοσί;
- ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
- ἐκ τῶν γάμων.
- καλῶς γε ποιῶν ὅστις ἦν.
- ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
- ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
- ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
- ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
- ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.