Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
- ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
- ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.
- ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.
- οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
- σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
- ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
- οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.
- οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
- ἁνὴρ ἀνηύρηκέν τι ταῖς
- σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
- οὐδενὶ μεταδώσειν.
- κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.
- ἤκουσας ὀρθιασμάτων;
- ὀπτᾶτε τἀγχέλεια.
- ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ
- τοὺς γείτονας κνίσῃ τε καὶ
- φωνῇ τοιαῦτα λάσκων.
- ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
- Δικαιόπολι.