Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ἑρμοῦ τὸ πρῶτον, κηρυκείοις καὶ πεδίλοις καὶ χλαμύσιν ἐνσκευαζόμενος τάξιν τε ἐν ἀταξίᾳ καὶ τὸ ἀκόλουθον ἐν συγχύσει καὶ λογισμὸν ἐν φρενοβλαβείᾳ παρεπιδεικνύμενος·

εἶτα, ὁπότε δόξειεν αὐτῷ, τὰ μὲν ἀπετίθετο, εἰς δὲ Ἀπόλλωνα μετεμορφοῦτο καὶ μετεσκευάζετο, στεφάνοις μὲν ἀκτινοειδέσι τὴν κεφαλὴν ἀναδούμενος, τόξον δὲ τῇ εὐωνύμῳ καὶ βέλη κρατῶν χειρί, Χάριτας δὲ τῇ δεξιᾷ προτείνων, ὡς δέον τὰ μὲν ἀγαθὰ ὀρέγειν ἐξ ἑτοίμου καὶ τετάχθαι τὴν βελτίονα τάξιν τὴν ἐπὶ δεξιά, τὰς δὲ κολάσεις ὑποστέλλειν καὶ τὴν καταδεεστέραν χώραν κεκληρῶσθαι τὴν ἐπ’ εὐώνυμα.

χοροί τε εὐθὺς εἱστήκεσαν συγκεκροτημένοι, παιᾶνας εἰς αὐτὸν ᾄδοντες, οἱ πρὸ μικροῦ Βάκχον καὶ Εὐήιον καὶ Λυαῖον ὀνομάζοντες καὶ ὕμνοις γεραίροντες, ἡνίκα τὴν Διονυσιακὴν ἀνελάμβανε σκευήν.

πολλάκις δὲ καὶ θώρακα ἐνδυόμενος ξιφήρης προῄει μετὰ κράνους καὶ ἀσπίδος, Ἄρης ἀνακαλούμενος· καὶ παρ’ ἑκάτερα οἱ Ἄρεως τοῦ καινοῦ [καὶ νέου] θεραπευταὶ συμπροῄεσαν, ἀνδροφόνων καὶ δημοκοίνων θίασος, ὑπηρετήσοντες κακὰς ὑπηρεσίας φονῶντι καὶ διψῶντι ἀνθρωπείου αἵματος.