Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
εἶτα τοῖς ταῦτα ὁρῶσι κατάπληξις ἦν ἐπὶ τῷ παραλόγῳ, καὶ ἐθαύμαζον, πῶς ὁ τἀναντία δρῶν οἷς ἰσότιμος εἶναι προαιρεῖται τὰς μὲν ἀρετὰς αὐτῶν ἐπιτηδεύειν οὐκ ἀξιοῖ, τοῖς δὲ παρασήμοις εἰς ἕκαστον σκευάζεται. καίτοι τὰ περίαπτα ταῦτα καὶ προκοσμήματα ξοάνοις καὶ ἀγάλμασι προσκαθίδρυται, διὰ συμβόλων μηνύοντα τὰς ὠφελείας, ἃς παρέχονται τῷ γένει τῶν ἀνθρώπων οἱ τιμώμενοι. πέδιλα Ἑρμῆς ὑποδεῖται πτερῶν ταρσοὺς ἔχοντα· διὰ τί;
ἆρα οὐχ ὅτι προσήκει τὸν ἑρμηνέα καὶ προφήτην τῶν θείων, ἀφ’ οὗ καὶ Ἑρμῆς ὠνόμασται, τὰ ἀγαθὰ διαγγέλλοντα — κακοῦ γὰρ οὐχ ὅτι θεὸς ἀλλ’ οὐδὲ σοφὸς ἀνὴρ γίνεται μηνυτής — ποδωκέστατόν τε εἶναι καὶ μόνον οὐ πτηνὸν φέρεσθαι διὰ σπουδὴν ἀνυπέρθετον; ἐπειδὴ τὰ λυσιτελῆ [*](1 τοῖς] τῆς Η 2 ἕρμονος M ἀπόλωνος G ἄρεως CO: ἄρεος ceteri κηρυκίοις CGO 4 λογισμῶν GO φρενοβλαβίᾳ GO ἐπιδεικνύμενος Α εἶθ’ Α 5 δόξει H ἀπόλλωνος M 7 alt. δὲ om. M 8 συντείνων Α 9 τὰ ante δεξιά add. M (Mang.) δεξιᾶ CGH (Turn.) 10. 11 εἱστήκεισαν AH 12 εὐήνιον M 13 L 15 ἑκατέρου A ἄρεος MGH κανοῦ] κοινοῦ καὶ νέου seclusit Dahl; καινοὶ coni. Mang., καὶ ἐννεοῦ Matthaei θεοῦ ante θεραπευταὶ add. Α 16 δέ ante καὶ add. A θιάσους Α ὑπηρετίσοντες M, ὑπηρετήσαντες A (Richt. Tauchn.) 17 διψόντι ταῦθ’ A ὁρῶσιν C 18 τὰ ἐναντία CGO (v) 20. 21 τοῖς — προσα καθίδρυται in marg. M 20 ἐνσκευάζεται eoni. Mang. περίοπτα C, περίοπτά G 21 προσκοσμήματα M 23. 24 διὰ τί ἄρα AL 24 ἑρμηνέα] ἑρμέα (sic) Α θείων] θεῶν M (Mang.) 25 προσωνόμασται M (Mang.) διαγγέλοντα M 25. 26 (διαγγέλλον)τα — ποδωκέστατόν om. L 20 ποδωκύτατόν 27 πτὴν (sic) C)
πάλιν κηρύκειον ἀναλαμβάνει δεῖγμα συμβατηρίων σπονδῶν· πόλεμοι γὰρ ἀνοχὰς καὶ διαλύσεις λαμβάνουσι διὰ κηρύκων εἰρήνην καθισταμένων· οἱ δὲ ἀκήρυκτοι συμφορὰς ἀτελευτήτους ἀπεργάζονται καὶ τοῖς ἐπιφέρουσι καὶ τοῖς ἀμυνομένοις.
Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει.