Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἀλλὰ καὶ Ἡρακλέα ἐζήλωσας τοῖς ἀκαμάτοις σαυτοῦ πόνοις καὶ ταῖς ἀτρύτοις ἀνδραγαθίαις, εὐνομίας καὶ εὐδικίας εὐθηνίας τε καὶ εὐετηρίας καὶ τῆς τῶν ἄλλων ἀγαθῶν ἀφθονίας, ὧν ἡ βαθεῖα εἰρήνη δημιουργός, ἀναπλήσας ἠπείρους τε καὶ νήσους, ὁ ἀγεννέστατος, ὁ δειλίας μεστός, ὁ τῶν μὲν εἰς εὐστάθειαν καὶ εὐδαιμονίαν ἁπάντων κενώσας τὰς πόλεις, μεστὰς δὲ τῶν εἰς ταραχὰς καὶ θορύβους καὶ τὴν ἀνωτάτω βαρυδαιμονίαν ἀναφήνας;
ἐπὶ δὲ ταῖς τοσαύταις φοραῖς, ἃς ἤνεγκας ἐπ’ ὀλέθρῳ, εἰπέ μοι, Γάιε, ζητεῖς ἀθανασίας μεταλαχεῖν, ἵνα μὴ ὀλιγοχρονίους καὶ ἐφημέρους ἀλλὰ ἀθανάτους ἀπεργάσῃ συμφοράς; ἐγὼ δὲ νομίζω τοὐναντίον, εἰ καί τις ἔδοξας γεγενῆσθαι θεός, πάντως ἄν σε μεταβαλεῖν ἕνεκα τῶν πονηρῶν ἐπιτηδευμάτων εἰς θνητὴν φύσιν· εἰ γὰρ ἀθανατίζουσιν ἀρεταί, πάντως φθείρουσι κακίαι.
μήτε οὖν ἐν Διοσκούροις γράφου τοῖς φιλαδελφοτάτοις, ὁ σφαγεὺς καὶ λυμεὼν τῶν ἀδελφῶν γεγονώς, μήτε Ἡρακλέους ἢ Διονύσου τιμῆς κοινοπράγει τῶν τὸν βίον ὀνησάντων, ὁ κακωτὴς καὶ διαφθορεὺς ὧν ἔδρασαν ἐκεῖνοι.
Τοσαύτη δέ τις περὶ αὐτὸν ἦν λύττα καὶ παράφορος καὶ παράκοπος μανία, ὥστε καὶ τοὺς ἡμιθέους ὑπερβὰς ἐπανῄει καὶ [*](1 γέγονας καινῶν transp. M γεγονὼς coni. Mang. 2 Ἀσία om. G χορεῖ M 3 κενὰς O καὶ aute λυμεὼν add. G 4 μεταβάλλῃ CO, μεταβάλλει G ἀηδείας CG (v) 5 πᾶσιν L 7 τὰ ἀπὸ τῶν ἐσπερίων om. Richt. (Tauchu.) 8 δ’ Α 9 ἰοβόροις M: ἐπιβούλοις coni. Mang. 10 ἀντιδοὺς G ὁ C: om. ceteri 10. 11 διόνυσος νέος transp. Α 11 ἐφάνης Α ἀκμαιοτάτοις Α 13 εὐθηνίας Mang. : εὐσθενείας codd.; εὐθενείας Turn. 14 ἠπείρους τε καὶ νήσους CGO: νήσους τε καὶ ἠπείρους ceteri 14. 15 ἀγενέστατος OA (v) 15 εὐστάθιαν (ι corr. in εἰ) Η 16 ἀπάντων κενώσας τὰς πόλεις CGO: κενώσας τάς πόλεις ἀπάντων ceteri 17 ἐπὶ δὲ C (Turn.): ἐπὶ δὴ MA (Mang.), ἐπειδὴ GOH 17. 18 φθοραῖς C (Τurn.) 18 ἅς] αἶς Α ὦ ante Γάιε add. v 19 ὀλιχρονίους (sic) Α 20 εἶναι post τοὐναντίον add. A καί om. Α 21 ἐπιτηδευμάτων] βουλευμάτων Α 21. 22 θνητὴν φύσιν CGOAH (Turn.): κοινὴν φύσιν καὶ θνητήν M (Mang.) 22 αἱ ante ἀρεταί add. A 23 γοῦν A ἐγγράφου Α (Mang.) φιλαδελφωτάτοις L 24 τῶν om. CGO μήθ’ Α τιμῆς Mang.: τιμαῖς codd. (v) 25 ὠνησάντων MA κακωτὴς] κακὸς Α ἐκεῖνον M 27 παράκοτος Α)