Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

πόσης εὐθὺς ἀνεπλήσθησαν ἡδονῆς οἱ τῆς ἐναντίας μερίδος πρέσβεις, ἤδη κατωρθωκέναι διὰ τῆς πρώτης ἀναφθέγξεως Γαΐου τὴν πρεσβείαν νομίζοντες· ἐπεχειρονόμουν, ἀνωρχοῦντο, τὰς θεῶν ἁπάντων ἐπωνυμίας

ἐπεφήμιζον αὐτῷ. γανύμενον δὲ ταῖς ὑπὲρ ἀνθρωπίνην φύσιν προσρήσεσι θεασάμενος ὁ πικρὸς συκοφάντης Ἰσίδωρος „ἔτι μᾶλλον“ ἔφη, „δέσποτα, μισήσεις τοὺς παρόντας καὶ τοὺς ὧν εἰσιν ὁμόφυλοι, ἐὰν γνῷς τὴν εἰς σὲ κακόνοιαν αὐτῶν καὶ ἀσέβειαν· ἁπάντων γὰρ ἀνθρώπων ὑπὲρ σωτηρίας τῆς σῆς θυσίας ἀναγόντων εὐχαριστηρίους, οὐχ ὑπέμειναν οὗτοι μόνοι θύειν· ὅταν δὲ οὗτοι λέγω, καὶ τοὺς ἄλλους Ἰουδαίους συμπαραλαμβάνω.“

ἀναβοησάντων δὲ ἡμῶν ὁμοθυμαδὸν „κύριε Γάιε, συκοφαντούμεθα· καὶ γὰρ ἐθύσαμεν καὶ ἑκατόμβας ἐθύσαμεν, οὐ τὸ μὲν αἷμα τῷ βωμῷ περισπείσαντες τὰ δὲ κρέα εἰς θοίνην καὶ εὐωχίαν οἴκαδε κομίσαντες, ὡς ἔθος ἐνίοις ποιεῖν, ἀλλ’ ὁλόκαυτα τὰ ἱερεῖα παραδόντες τῇ ἱερᾷ φλογί, καὶ τρίς, οὐχ ἅπαξ, ἤδη· πρῶτον μὲν ὅτε διεδέξω τὴν ἡγεμονίαν, δεύτερον δὲ ὅτε τὴν βαρεῖαν νόσον ἐκείνην ἣν πᾶσα ἡ οἰκουμένη συνενόσησεν ἐξέφυγες, τρίτον δὲ κατὰ τὴν ἐλπίδα τῆς Γερμανικῆς νίκης,“ „ἔστω“

φησί „ταῦτα ἀληθῆ, τεθύκατε, ἀλλ’ ἑτέρῳ, κἂν ὑπὲρ ἐμοῦ· τί οὖν ὄφελος; οὐ γὰρ ἐμοὶ τεθύκατε.“ φρίκη βύθιος εὐθὺς κατέσχεν ἡμᾶς ἐπὶ τῷ προτέρῳ καὶ τοῦτο ἀκούσαντας, ἣ καὶ μέχρι τῆς [*](1 δὲ CGO: δ’ ceteri ἀνεπιεικῶς καὶ ἀφιλανθρώπως coni. Mang. προσηγόρευσεν Η μόνον CAH: μόνην MOL, ἡ corr. ex o G 3 εἶπεν ὑμεῖς trausp. Α 5 ἡμῖν M τὸν om. AH 6 οὐδὲ CGO: οὐδ’ ceteri 7 πόσης COMA: πάσης GH (v) 8 κατορθωκέναι HO, o corr. in ω G 9 ἐπεχειρονόμουν] ἐπεὶ ἐχειρονόμουν Turn. ἀνορχοῦντο Turn. τῶν ante θεῶν add. Η (v) 10 ἀνεφήμιζον M γανύμενον C: γανύμενος Ο, γαννύμενον ceteri 11 μικρὸς G 14 ἀγόντων Α χαριστηρίους coni. Mang. 15 δὲ CGO: δ’ ceteri 16 δ’ MH 17 alt. καὶ om. M alt. ἐθύσαμεν om. M οὐ MAH: ὧν CGO (v) τὸ μὲν OMAH: τὸ CG (v) 18 περισπείραντες L τὰ δὲ MAH: τὰ CGO (v) εἰς MAH (v): οὐκ εἰς CGO (V) 19 κομίσαντες MAH: ἐκομίσαμεν CGO (v) ἐνίους ἔθος transp. O ἐνίους GO ὁλοκαυτώματα M τᾶι om. M 20 ὅτε CGO: ὅτε (ὅτι H) πρῶτον ceteri 21 δ’ ΑΗ ἐκείνην νόσον CGO (v) ἣν CGO (Turn.): ἦ ceteri (Mang.) 22 συνενόησεν Turn. 23 ταῦτ’ A 23. 24 ἀλλ’ — τεθύκατε om. C 23 κἂν Mang.: καὶ MAH1, καὶ οὐχ GOL (v), οὐχ ss. Η2 24 οὐ GO: οὐδὲ ceteri (v) εὐθὺς om. GH 25 pr. καὶ om. CGO (Turn.) τοῦτο CGO: τοῦτ’ ceteri ἀκούσαντες A ἣ] εἰ G)

v.6.p.221
ἐπιφανείας ἀνεχύθη.