Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα.
χωρὶς γὰρ τοῦ μηδὲν ὧν ἀρτίως εἶπον ἐργάσασθαι, μεταπεμψάμενος τοὺς δυεῖν κήπων ἐπιτρόπους τοῦ τε Μαικήνα καὶ Λαμία — πλησίον δέ εἰσιν ἀλλήλων τε καὶ τῆς πόλεως, ἐν οἷς ἐκ τριῶν ἢ τεττάρων ἡμερῶν διέτριβε· κεῖθι γὰρ ἐπὶ παροῦσιν ἡμῖν ἡ κατὰ παντὸς τοῦ ἔθνους ἔμελλε σκηνοβατεῖσθαι δραματοποιία — κελεύει τὰς ἐπαύλεις αὑτῷ πάσας περιανοιχθῆναι·
βούλεσθαι γὰρ μετὰ ἀκριβείας ἑκάστην ἰδεῖν. ἡμεῖς δὲ ὡς αὐτὸν εἰσαχθέντες ἅμα τῷ θεάσασθαι μετ’ αἰδοῦς καὶ εὐλαβείας τῆς ἁπάσης νεύοντες εἰς τοὔδαφος ἐδεξιούμεθα, Σεβαστὸν Αὐτοκράτορα προσειπόντες· [*](1 διανοῆ CGO: διενοήθης ceteri 2 μὴ δὲ CGO (Mang.): μηδ’ ceteri: μηδὲν Turn. καταλειφθῇ (coni. Mang.)] καταληφθῇ Ο (v), εἰ ex ἡ corr. M ὄντως ὄντα CGO: ὄντα ὄντως ceteri 3 ὑπογράφῃς G 4 ἀνατέμνης C 5 μήτε δρᾶν om. Α λογίζεσθαι] νομίζεσθαι Α θέμις] lacunam hic statuit Massebieau 6 δ’ Α ἵδομέν CGO 7 τῆς corr. ex τὴν G, om. M 9 πρὸς ante κατήγορον add. M ἐχθρόν CH2: ἐχθρῶν GOMAH1 10 ἔργα ταῦτα ἦν CGO: ταῦτ’ ἣν ἔργα ceteri 13 μετὰ om. C (Turn.) 14 συναγορευσόντων CGO (Turn.): συναγορευόντων ceteri (Mang.) 18 δυεῖν CG: δυοῖν ceteri (v) ε ϊ 19 ματκηνᾶ G: μαικηνα O μεκινᾶ C, μαικίαν MH, μακίαν A 20 διέτριβεν H 21 ἐπὶ] ἐπεὶ Turn. παροῦσι M 21. 22 σκηνωβατεῖσθαι G 22 δραματουργία MH αὐτῶ codd. (αὐτῶν Ο) 23 βουλεύσασθαι Α ἑκάστης C; ἑκάστας v ὡς] εἰς A 24 ἅμα τῷ θεάσασθαι om. Α τῆς om. MA 25 προειπόντες G) [*](19 Μαικήνα: cf. O. Hirschfeld in Beitr. z. alten Gesch. II 57.)
σαρκάζων γὰρ ἅμα καὶ σεσηρὼς „ὑμεῖς“ εἶπεν „ἐστὲ οἱ θεομισεῖς, οἱ θεὸν μὴ νομίζοντες εἶναί με, τὸν ἤδη παρὰ πᾶσι τοῖς ἄλλοις ἀνωμολογημένον, ἀλλὰ τὸν ἀκατονόμαστον ὑμῖν;“ καὶ ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεφήμιζε πρόσρησιν, ἣν οὐδὲ ἀκούειν θεμιτόν, οὐχ ὅτι διερμηνεύειν αὐτολεξεί.