Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
καὶ ταῦθ’ ἅμα λέγων ἐπῄει τὰς ἐπαύλεις, ἀνδρῶνας κατανοῶν, γυναικωνίτιδας, τὰ ἐν ἐπιπέδῳ, τὰ ὑπερῷα, ἅπαντα, αἰτιώμενος ἐνίας ὡς ἐλλιπεῖς κατασκευάς, ἑτέρας ἐπινοῶν καὶ προσδιατάττων πολυτελεστέρας αὐτός.
εἶτα ἡμεῖς ἐλαυνόμενοι παρηκολουθοῦμεν ἄνω κάτω, χλευαζόμενοι καὶ κατακερτομούμενοι πρὸς τῶν ἀντιπάλων ὡς ἐν θεατρικοῖς μίμοις· καὶ γὰρ τὸ πρᾶγμα μιμεία τις ἦν· ὁ μὲν δικαστὴς ἀνειλήφει σχῆμα κατηγόρου, οἱ δὲ κατήγοροι φαύλου δικαστοῦ πρὸς ἔχθραν ἀποβλέποντος, ἀλλ’ οὐ τὴν φύσιν τῆς ἀληθείας.
ὅταν δὲ αἰτιᾶται κρινόμενον δικαστὴς καὶ τοσοῦτος, ἀνάγκη σιωπᾶν· ἔστι γάρ πως καὶ δι’ ἡσυχίας ἀπολογεῖσθαι, καὶ μάλιστα πρὸς οὐδὲν ὧν ἐπεζήτει καὶ ἐπεπόθει δυναμένους ἀποκρίνασθαι, τῶν ἐθῶν καὶ νομίμων τὴν γλῶτταν ἐπεχόντων καὶ τὸ στόμα κλειόντων καὶ ἀπορραπτόντων.
ἐπεὶ δὲ ἔνια τῶν περὶ τὰς οἰκοδομὰς διετάξατο, μέγιστον καὶ σεμνὸν ἐρώτημα ἠρώτα· „διὰ τί χοιρείων κρεῶν ἀπέχεσθε;“ πάλιν πρὸς τὴν πεῦσιν γέλως ἐκ τῶν ἀντιδίκων κατερράγη τοσοῦτος, τῇ μὲν ἡδομένων τῇ δὲ καὶ ἐπιτηδευόντων ἕνεκα κολακείας ὑπὲρ τοῦ τὸ λεχθὲν δοκεῖν σὺν εὐτραπελίᾳ καὶ χάριτι εἰρῆσθαι, ὥς τινα τῶν ἑπομένων αὐτῷ θεραπόντων ἀγανακτεῖν ἐπὶ τῷ καταφρονητικῶς ἔχειν αὐτοκράτορος, ἐφ’ οὗ καὶ τὸ μετρίως μειδιάσαι τοῖς μὴ πάνυ συνήθεσιν οὐκ ἀσφαλές.