Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἀλλὰ τί προανίσταμαι τῶν χειρῶν; τί δέ μου τῆς γνώμης προαισθάνονταί τινες; ὁ μέλλων τὰ ἐπίχειρα καρποῦσθαι γινωσκέτω πρῶτος ἐξ ὧν ἂν πάθῃ. παύομαι λέγων, φρονῶν δὲ οὐ παύσομαι.“
καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν· σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν.
θεραπεύων οὖν τοῖς ὀνόμασι καὶ γράμμασιν ἄχρι καιροῦ τὸ ἔγκοτον ἐπεσκίαζε βαρύμηνις ὤν. εἶτα ἐπὶ πᾶσι γράφει κελεύων μηδενὸς οὕτω φροντίζειν ἢ τοῦ θᾶττον ἀνατεθῆναι τὸν ἀνδριάντα· καὶ γὰρ ἤδη τὰ θέρη, τὴν εἴτε πιθανὴν εἴτε ἀληθῆ πρόφασιν, συγκεκομίσθαι δύνασθαι.
Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν [*](1 μέλλει GO 2 σοι ante νομίμων trausp. GO 3 ἐφοβήθη Α 4 τὰ ante ἔθνη add. M ἑῶνα G 5 παρθιαῖοι L ἠλέησεν Α ἔδωκας C (Turn.) 6 νῦν] τοίνυν A ἄμιτον M ἀπροφάσιστον coni. Matthaei M, ἐκδεξόμενος Α αὐτὸν Α 8 παρασκευάσας M παντελὴς CGO: παντελῶς ceteri 10 τῆς MH ἔνδειαν] pr. ν corr. ex κ C; ἔκδειαν v 11 προαισθάνονταί Turn. (v): προαίσθονταί (προαίσθοντό G) codd. 12 πάθοι Α 14 ὑπέβαλλε MH 15 τῷ] τὸ Ο παράσκεψιν M 16 ηὐλαβεῖτο Α 17 ὁρῶν MAH (Mang.): ἀφαιρεῖν CGO (Turn.) 18 τά C: τά ἴε ceteri εὐφράτην H κατὰ CG: καὶ κατά Α, καὶ ss. Ο, καὶ τὰ κατὰ MH ἐστίν CH: ἐστί ceteri 19 γράμμασιν] ῥήμασιν coni. Mang. εὔκοτον GM 20 ἐπισκίαζε G εἶτ’ Α 21 ἀνατεθῆναι Α (mavult Mang.): ἀναθεῖναι ceteri (v) ἤδει ΑΗ 24 ἤδη M ἀπλῶς] συνόλως coni. Mang., ὅλως Cohn ἀπεστάλκει GO 25 pr. ὁ om. OA μέντοι MAH: δὲ CGO (v) 26 pr. τῆς] τοῦ M ὀμμάτων CGOH: ὀνομάτων MA 27 πάντῃ] πάντα Α 28 μὴ τι COAH: μήτε GM)