Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ἀποδεξαμένων δὲ τὴν ἐπίνοιαν τῶν συνέδρων, κελεύει γράφεσθαι τὰς ἐπιστολὰς καὶ ἐχειροτόνει τοὺς διακομιοῦντας ἄνδρας εὐζώνους, ἐθάδας δὲ καὶ τῶν κατὰ τὰς ὁδοιπορίας ἐπιτομῶν.

καὶ οἱ μὲν ἥκοντες ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει καὶ μεστὸς ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος· ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς χεῖρας "εὖ, Πετρώνιε“, φάσκων „οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν [*](1 πατέρων 31 δῃώσουσι C (Turn.) 2 ἐμπρήσουσι C (Turn.) σταχυφόρον Η 3 μόνων L 4 διεγνώκει μὲν Matthaei: διεγνώκαμεν codd.; διέγνωκε μὲν v 5 35 ante εἰς add. Α πελάγη Turn. δ’ Α 6 ἀξιώσει (corr. ex ἀξιοσ εὶσ) C: ἄξιος εἷς 00, ἀξιώσεις MAH alt. διὰ CGO: om. ceteri 8 ῥαδίως AH1: ῥᾴως CGOMH2L (v) τὸν ante κύκλον transp. διὰ GO περαιουμένων M 10 ὁλκόδας M παρὰ CGOH: περὶ MA 10. 11 παρὰ γῆν] παρὰ γῆν] (sic) G 11 φορτίσιν GO 12 κτήνεσιν L (Mang.) 13 ηὐτρεπίσθαι v γάρ] δὲ Ο 14 alt. διά om. MH θαλάσσης G ἀπ’ αὐτῆς] ἀπὸ τῆς G 15 ἑξῆς] ἐξαρχῆς M 16 δὲ] δὲ καὶ Turn. 17 ὁ δὲ CGO (Mang.): 6 δ’ ὅδ’ M: 6 καὶ Turn οἱκητικὸς M 18 αὐτὸ Mang.: αὐτῶ codd. (Turn.) μόνον om. A 19 δαψιλίαν G τοιούτοις G 20 γράμμασι τῶ CAH: τὸ GOM μὴ om. G 21 ὑπόθεσιν Η τῇ om. C (v), τὴς GO 23 ἀποδεξαμένων CGO : ἀποδεξάμενος ceteri 26 ὅδ’ M διώκει G 27 δέ CGO: δ’ ceteri 28 αἰ CGO: om. ceteri 29 ἐπάλληλόν M σε] τε M οὐδὲ CGO: οὐδ’ ceteri)

v.6.p.203
μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις.

μέλει μὲν γάρ σοι τῶν Ἰουδαϊκῶν νομίμων, ἐχθίστου μοι ἔθνους, ἀλογεῖς δὲ τῶν ἄρχοντος ἡγεμονικῶν προστάξεων.

ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν Παρθυαῖοι; ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;