Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός, ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν· "ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος.“
ἐπτοημένον δ’ οὖν καὶ ἀποροῦντα θεασάμενος αὐτὸν Γάιος — ἦν γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως ἀφανὲς ἀνθρώπου βούλημα καὶ πάθος συνιδεῖν — „ἀπορεῖς“, εἶπεν "Ἀγρίππα; παύσω σε τῆς ἀπορίας.
ἐπὶ τοσοῦτόν μοι χρόνον συνδιατρίψας ἠγνόησας, ὅτι οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς ὄμμασι φθέγγομαι μᾶλλον ἢ οὐχ ἧττον ἕκαστα διασημαίνων;
οἱ καλοί σου καὶ ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι.“