Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
διεγνώκει μὲν γάρ, ὡς λόγος, πλεῖν εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πελάγει δὲ οὐκ ἀξιώσει τοσοῦτος ἡγεμὼν διά τε τοὺς κινδύνους καὶ διὰ τὸ πλῆθος τοῦ παραπέμποντος στόλου καὶ ἅμα διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος, ἃ δὴ πάντα γίνεται ῥᾳδίως τὸν δι’ Ἀσίας καὶ Συρίας κύκλον περαιουμένῳ·
δυνήσεται γὰρ καθ’ ἑκάστην ἡμέραν καὶ πλεῖν καὶ ἀποβαίνειν, καὶ μάλιστα τὰς πλείστας ναῦς ἐπαγόμενος μακράς, ἀλλ’ οὐχ ὁλκάδας, αἷς ὁ παρὰ γῆν πλοῦς ἀνυσιμώτερος, ὡς ταῖς φορτίσι διὰ πελάγους ἐστίν.
ἀναγκαῖον οὖν καὶ χιλὸν κτήνεσι καὶ τροφὰς ἀφθόνους ἐν ἁπάσαις ταῖς Συριακαῖς πόλεσιν εὐτρεπίσθαι, καὶ μάλιστα ταῖς παράλοις.
ἀφίξεται γὰρ παμπληθὴς ὄχλος καὶ διὰ γῆς καὶ διὰ θαλάττης, οὐ μόνον ἀπ’ αὐτῆς Ῥώμης καὶ Ἰταλίας ἀναστάς, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ἄχρι Συρίας ἐπικρατειῶν ἐπηκολουθηκώς, ὁ μὲν τῶν ἐν τέλει, ὁ δὲ στρατιωτικός, ἱππέων, πεζῶν, τῶν ἐν ταῖς ναυσίν, ὁ δὲ οἰκετικὸς οὐκ ἀποδέων τοῦ στρατιωτικοῦ. δεῖ δὲ χορηγιῶν οὐ πρὸς τὰ ἀναγκαῖα συμμεμετρημένων αὐτὸ μόνον, ἀλλὰ καὶ πρὸς περιττὴν δαψίλειαν, ἣν ἐπιζητεῖ Γάιος. τούτοις ἐὰν ἐντύχῃ τοῖς γράμμασιν, ἴσως πρὸς τῷ μὴ δυσχερᾶναι καὶ τῆς προνοίας ἡμᾶς ἀποδέξεται ὡς ποιησαμένους τὴν ὑπέρθεσιν, οὐ χάριτι τῇ τῶν Ἰουδαίων, ἀλλ’ ἕνεκα τῆς τῶν καρπῶν συγκομιδῆς.