Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

μεταπεμψάμενος οὖν ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι [*](1. 2 σατραπιῶν GO; ἄνω σατραπείων coni. Mang. 3 ἱεροπομποὶ] προπομποὶ Mang. 6 δοκοῦσιν CL 7 πειθόμενοι Α καινουργημένην Η1, κεκαινουργημένην Η2 ἀθέτησιν 8 περισχῶσι L, παραστῶσιν Α δ’ A κύκλος δὲ 0. κύκλω Α (coni. Mang.), κύκλοις L 9 ἐναπολειφθέντας GH, ἐναπολειφθέντας Α ἐργάσονται GOH 11 ἡ πρόσταξίς ἐστι C: ἐστὶν ἡ πρ. ceteri 12 ἐπιτελεσθῆναι] ἐπιτελέσοντος coni. Mang., ἀξιοῦντος ἐπιτελεσθῆναι coni. Cohn 13 ἀλαζονίας γεννῶν GO; γέμοντος coni. Mang. 16 τάχ’ A 17 συνελάμβανον] συνέβαλον A 19 πρώτους] πρότερον L 20 τοῦ τό] τοῦτο CG 21 παρέσχεν C ἀναχωρήσασιν M 22 διεπέμψατο CGOA (mavult Mang.): διεπέμψαντο MH (v) προνοίᾳ μοι transp. Mang. 23 ὑπABBREVἐχοντος Η 24 προσέτατε L 25 παρανομίας] παραπομπῆς coni. Mang. 26 γοῦν A ἀῶν Turn. (v): σχόντος codd. διάσκηψιν G, σκέψιν 27 προπέσῃ Η1, corr. H2 29 δημιουργὸς L φρονιμωτάτους] δοκιμωτάτους coni. Mang.)

v.6.p.197
τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν.

ᾤετο γάρ, εἰ προμαλάξειε τούτους, δυνήσεσθαι δι’ αὐτῶν καὶ τὴν ἄλλην πληθὺν ἅπασαν ἀναδιδάξαι μὴ ἐναντιοῦσθαι· γνώμης δέ, ὡς εἰκός, διημάρτανε. πληχθέντας γάρ φασιν ὑπὸ τῶν πρώτων ῥημάτων εὐθὺς αὐτοὺς ἀήθους κακοῦ διηγήσει καταπαγῆναι καὶ ἀχανεῖς γενομένους φοράν τινα δακρύων ὥσπερ ἀπὸ πηγῶν ἀθρόαν ἐκχεῖν, τὰ γένεια καὶ τὰς τρίχας τῆς κεφαλῆς τίλλοντας καὶ τοιαῦτα ἐπιλέγοντας·

„πολλὰ εἰσηνέγκαμεν εἰς εὐγήρω βίον οἱ λίαν εὐτυχεῖς, ἵνα ὃ μηδεὶς πώποτε εἶδε τῶν προγόνων ἡμεῖς θεασώμεθα· τίσιν ὀφθαλμοῖς; ἐκκοπήσονται πρότερον μετὰ τῆς ἀθλίας ψυχῆς καὶ τῆς ἐπωδύνου ζωῆς ἢ τοιοῦτον ὄψονται κακόν, ἀθέατον θέαν, ἣν οὔτε ἀκοῦσαι θέμις οὔτε νοῆσαι.“

Καὶ οἱ μὲν τοιαῦτα ὠλοφύροντο. πυθόμενοι δὲ οἱ κατὰ τὴν ἱερόπολιν καὶ τὴν ἄλλην χώραν τὸ κινούμενον, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος συνταξάμενοι, τοῦ κοινοῦ πάθους τὸ σύνθημα δόντος, ἐξεληλύθεσαν ἀθρόοι καὶ κενὰς τὰς πόλεις καὶ κώμας καὶ οἰκίας ἀπολιπόντες μιᾷ ῥύμῃ συνέτεινον εἰς Φοινίκην· ἐκεῖ γὰρ ὢν ἐτύγχανεν ὁ Πετρώνιος.