Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἰδόντες δὲ τῶν Πετρωνίου τινὲς ὄχλον ἀμύθητον φερόμενον ἐβοηδρόμουν ἀπαγγέλλοντες, ἵνα φυλάττηται, πόλεμον προσδοκήσαντες. ἔτι δὲ διηγουμένων, ὁ μὲν ἀφρούρητος ἦν, ἡ δὲ τῶν Ἰουδαίων πληθὺς ἐξαπιναίως ὥσπερ νέφος ἐπιστᾶσα πᾶσαν Φοινίκην ἐπέσχε, κατάπληξιν τοῖς οὐκ εἰδόσι τὴν τοῦ ἔθνους πολυανθρωπίαν ἐργασαμένη.

καὶ βοὴ μὲν τοσαύτη τὸ πρῶτον ἤρθη μετὰ κλαυθμῶν καὶ στερνοτυπιῶν, ὡς ἂν μηδὲ τὰς ἀκοὰς τῶν παρόντων χωρεῖν τὸ μέγεθος· οὐδὲ γὰρ ἐπαύσατο παυσαμένων, ἀλλ’ ἡσυχασάντων ἔτι συνήχει. ἔπειτα πρόσοδοι καὶ δεήσεις, οἵας ὁ καιρὸς ὑπέβαλλε· διδάσκαλοι γὰρ τοῦ παρόντος αὐταὶ αἱ συμφοραί. εἰς τάξεις δὲ ἓξ διενεμήθησαν, πρεσβυτῶν, νέων, παίδων, πάλιν ἐν μέρει πρεσβυτίδων, γυναικῶν τῶν ἐν ἡλικίᾳ, παρθένων.

ἐπεὶ δὲ ὁ [*](2 Ἰουδαίων] ἱερέων (sic) A 3 καὶ CGO : om. ceteri συμβούλευσον (sic) C 4 γάρ om. Α 6 καταστορέσουσιν L (Mang.) 7.8 ἀναδιδάξαι Wendl.: ἀναδιδάξειν codd. (v) 8 διημάρτανεν C 9 φησιν ML ἀήθους Mang.: ἀληθοῦς codd. |(v) 10 καταπαγῆναι Cohn: καταπλαγῆναι codd. (v) ; καταπεπηγέναι coni. Mang. 12 τοιαῦτ’ A πολλαῖς ἠνέγκαμεν G εὐγήρω CGO: εὐγήρων ceteri (v) 13 εὐτυχεῖς] ἀτυχεῖς Α ἴδε G 15 ἐποδύνου G 16 pr. οὔτ’ A 17 τοιαῦτ’ Α 18 ἱεράπολιν ΟΑ 19.20 ἐξεληλύθεισαν (-ησαν G) codd. (v) 20 καὶ κώμας οm. Η 21 συνέτειναν 25 τοῖς om. 26 εἰδόσιν L 27 τὸ C: om. ceteri 28 οὐδὲ] οὐ M 30 παρόντος suspectum; πρέποντος coni. Mang. αὗται Α)

v.6.p.198
Πετρώνιος ἐξ ἀπόπτου κατεφάνη, πᾶσαι αἱ τάξεις καθάπερ κελευσθεῖσαι προσπίπτουσιν εἰς ἔδαφος ὀλολυγὴν θρηνώδη τινὰ μεθ’ ἱκετηριῶν ἀφιεῖσαι. παραινέσαντος δὲ ἀνίστασθαι καὶ προσελθεῖν ἐγγυτέρω, μόλις ἀνίσταντο καὶ καταχεάμενοι πολλὴν κόνιν καὶ ῥεόμενοι δακρύοις, τὰς χεῖρας ἀμφοτέρας εἰς τοὐπίσω περιαγαγόντες τρόπον ἐξηγκωνισμένων, προσῄεσαν.

εἶτα ἡ γερουσία καταστᾶσα τοιάδε ἔλεξεν· „ἄοπλοι μέν ἐσμεν, ὡς ὁρᾷς, παραγενομένους δὲ αἰτιῶνταί τινες ὡς πολεμίους. ἃ δὲ ἡ φύσις ἑκάστῳ προσένειμεν ἀμυντήρια μέρη, χεῖρας, ἀπεστρόφαμεν, ἔνθα μηδὲν ἐργάσασθαι δύνανται, παρέχοντες αὑτῶν τὰ σώματα πρὸς εὐσκόπους τοῖς θέλουσιν ἀποκτεῖναι βολάς.