Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

πάλιν δὲ ὑπὸ τῶν ἐναντίων ἀνθείλκετο, „δεσπότου“ λέγων „ἡ πρόσταξίς ἐστι καὶ νέου καὶ ὅ τι ἂν βουληθῇ τοῦτο συμφέρον κρίνοντος καὶ τὸ γνωσθὲν ἅπαξ ἐπιτελεσθῆναι, κἂν ἀλυσιτελέστατον ᾖ καὶ φιλονεικίας καὶ ἀλαζονείας γέμον, ὅς γε καὶ ὑπερπηδήσας τὸν ἄνθρωπον ἐν θεοῖς ἤδη γράφει ἑαυτόν. ἐπικρέμαται δή μοι κίνδυνος ὁ περὶ ψυχῆς καὶ ἐναντιωθέντι καὶ εἴξαντι, ἀλλ’ εἴξαντι μὲν μετὰ πολέμου καὶ τάχα ἀμφίβολος καὶ οὐ πάντως ἀποβησόμενος, ἐναντιωθέντι δὲ ἀπαραίτητος καὶ ὁμολογούμενος ἐκ Γαΐου.“

συνελάμβανον δὲ τῇ γνώμῃ ταύτῃ πολλοὶ τῶν συνδιεπόντων τὰ κατὰ Συρίαν αὐτῷ Ῥωμαίων, εἰδότες ὅτι καὶ ἐπ’ αὐτοὺς πρώτους αἱ ἀπὸ Γαΐου χωρήσουσιν ὀργαὶ καὶ τιμωρίαι ὡς συναιτίους τοῦ τὸ κελευσθὲν μὴ γενέσθαι.

παρέσχε δὲ εἰς ἀκριβεστέραν σκέψιν ἀναχώρησιν ἡ κατασκευὴ τοῦ ἀνδριάντος· οὔτε γὰρ ἀπὸ τῆς Ῥώμης διεπέμψατο — θεοῦ μοι προνοίᾳ δοκῶ τὴν χεῖρα τῶν ἀδικουμένων ἀφανῶς ὑπερέχοντος — οὔτε τῶν κατὰ Συρίαν ὅστις ἂν ἄριστος εἶναι δοκιμασθῇ μετακομίζειν προσέταξεν, ἐπεὶ κἂν τῷ τάχει τῆς παρανομίας ταχὺς ἐξήφθη ὁ πόλεμος.

καιρὸν οὖν σχὼν εἰς τὴν τοῦ συμφέροντος διάσκεψιν — τὰ γὰρ αἰφνίδια καὶ μεγάλα, ὅταν ἀθρόα προσπέσῃ, κατακλᾷ τὸν λογισμόν — προστάττει τὴν κατασκευὴν ἔν τινι τῶν ὁμόρων ποιεῖσθαι.