Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι.

τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς.

ἐφόβουν δὲ αὐτὸν καὶ αἱ πέραν [*](1 τῶν διατεταγμένων] διὰ τῶν τεταγμένων G 2 αὐτῶν om. A 3 αὑτῶν] αὐτῶν codd. (v) 4 ἡ MAH (Dahl): ἤδη CGO (v) ; ἢ δὴ coni. Mang. 5 πολεμιωτάτους MH1 (corr. H2 ἀπέχθονται] ἀπομάχονται Α πεφρίκασιν μὲν om.) Α 6 ἅπασιν H1 corr. H2 παρὰ CG εἴτ᾿ Α 7 εἴτ’ A μηδέποτε Η 9 τὸ ἱερὸν] τῶν ἱερῶν Α 11 ἐξωτέρους οὐ corr. ex ὢ) C τοὺς πανταχόθεν CGO: om. ceteri 12 οὐχ om. Turn. ταῦτ’ A 15 ηὕρισκεν GOM ὁμογνομονοῦντας Turn. 16 καθοσιωμένων G καὶ om. M 18 αὐτῶν M 19 ἐδέξατο AH: ἐξεδέξατο CGOM (v) 20 περίβολος A: περίβολον ceteri 21 ἡ οἰκουμένη] ἡκουμένη M 22 τινι] τι Α 23 πολεμίων] δυναμένων H ἀρ’ CA: ἄρα GOMH σφαλερώτερον Α 24 γένοιτο om. CGO (Turn.) 25 τοῦ om. H κατοικοῦντας CGO: οἰκοῦντας ceteri 26 γενναιότατοι H1, corr. H2 27 αἱρομένους (sic) M τῶν πατρίων αἱρουμένους transp. Α 28 δέ CGO: δ’ ceteri 29 ἐλευθέρου CO (Turn.) δ’ Α)

v.6.p.196
Εὐφράτου δυνάμεις· ᾔδει γὰρ Βαβυλῶνα καὶ πολλὰς ἄλλας τῶν σατραπειῶν ὑπὸ Ἰουδαίων κατεχομένας, οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ· καθ’ ἕκαστον γὰρ ἐνιαυτὸν ἱεροπομποὶ στέλλονται χρυσὸν καὶ ἄργυρον πλεῖστον κομίζοντες εἰς τὸ ἱερὸν τὸν ἀθροισθέντα ἐκ τῶν ἀπαρχῶν, δυσβάτους καὶ ἀτριβεῖς καὶ ἀνηνύτους ὁδοὺς περαιούμενοι, ἃς λεωφόρους εἶναι νομίζουσιν, ὅτι πρὸς εὐσέβειαν ἄγειν δοκοῦσι.

περιδεὴς οὖν ὡς εἰκὸς ἦν, μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν λογισμοῖς χρώμενος ἀπώκνει.