Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
οἱ δέ· „τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται.
παρατέθηκται δὲ νῦν μᾶλλον ἢ πρότερον ἐξ ἐπιστολῆς, ἣν ἔπεμψε Καπίτων. φόρων ἐκλογεὺς ὁ Καπίτων ἐστὶ τῶν τῆς Ἰουδαίας, ἔχει δέ πως πρὸς τοὺς ἐγχωρίους ἐγκότως· πένης γὰρ ἀφιγμένος καὶ ἐξ ὧν νοσφίζεται καὶ παρεκλέγει ποικίλον τινὰ καὶ πολὺν πλοῦτον ἠθροικώς, εἶτα εὐλαβηθείς, μή τις αὐτοῦ γένηται κατηγορία, τέχνην ἐπενόησεν, ᾗ διαβολαῖς τῶν ἀδικηθέντων διακρούσεται τὰς αἰτίας.
ἀφορμὴν δὲ αὐτῷ δίδωσιν εἰς ὅπερ ἐβούλετο συντυχία τις τοιαύτη. τὴν Ἰάμνειαν — πόλις δέ ἐστι τῆς Ἰουδαίας ἐν τοῖς μάλιστα πολυάνθρωπος — [ταύτην] μιγάδες οἰκοῦσιν, οἱ πλείους μὲν Ἰουδαῖοι, ἕτεροι δέ τινες ἀλλόφυλοι παρεισφθαρέντες ἀπὸ τῶν πλησιοχώρων, οἳ τοῖς τρόπον τινὰ αὐθιγενέσιν ὄντες μέτοικοι κακὰ καὶ πράγματα παρέχουσιν, ἀεί τι παραλύοντες τῶν πατρίων Ἰουδαίοις.
οὗτοι παρὰ τῶν ἐπιφοιτώντων ἀκούοντες, ὅσῃ σπουδῇ κέχρηται Γάιος περὶ τὴν ἰδίαν ἐκθέωσιν καὶ ὡς ἀλλοτριώτατα διάκειται πρὸς ἅπαν τὸ Ἰουδαϊκὸν γένος, καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν παραπεπτωκέναι νομίζοντες αὐτοσχέδιον ἀνιστᾶσι βωμὸν εἰκαιοτάτης ὕλης, πηλὸν σχηματίσαντες εἰς πλίνθους, [*](1 δ’ Α 3 ταῦθ’ A 4 διεξῇμεν] διέξημεν (η corr. in ι) 0, διέξιμεν διέξειμεν ν 5 δ’ Α ἐπαγγείλαντας L 6 κάθησθε C: καθέζεσθε ΜΑ, Η, καθίζεσθαι G, αἰ corr. in ἑ αὐτὸ] αὔτως C, αὕτως G, οὕτως ἐνιέντες COH2L: ἐνιέντας G, ἐνέντες MA, ἐνιόντες H1 7 προσηγεῖσθαι CGO 9 δέ A (Mang.): om. ceteri (Turn.) 10 μὴ πείσεσθαι A (Mang.): om. ceteri (Turn.) 11 κατέχηται δ’ Α 12 ἀπαύστοις om. Ο 15. 16 6 Καπίτων ἐστὶ glossema esse putat Mang. 16 ἐστὶν C (v) Ἰουδαίας] Ἰουδαίας] coni. Schürer Joseph. Ant. XVIII 6,3 εἶχε ἐγκόπως M 18 εἶτ’ A αὐτῶ Α 19 ἦ CGH2L: ἥ O, εἰ MH1, ὡς Α διακρούεται G, διακρούσηται A 20 αὐτοῦ M 21 ἰάμνειαν CGH: ἰάμνιαν OMA τοῖς codd.: ταῖς v 22 πολυανθρώποις coni. Mang. (Dahl), ταύτην seclusi 23 πλABBREVσιοχώρων C 26 περὶ] παρὰ Η 27 Ἰουδαϊκὸν γένος] ἰουδαίων ἔθνος A (prob. Mang.) 28 εἰς] πρὸς Α 29 ἀνιστᾶσι] παριστῶσι Α, ἀνιστῶσι ceteri (v))