Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος.

ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν.

ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα. τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω· [*](5 νεών CG: ναόν ceteri 7 ἄδεια] χρεία Α 8 ζῶν GO τίς ἐστιν 6 Turn. (v): τις ὁ GM, ἐστιν ὁ C, τις ΟΗ, τις καὶ Α 9 ἐκ] καὶ ἐκ A μηδὲν CGOH2L: οὐδὲν MAH1 15 κενοῖς C 16 ποῦ] πῶς coni. Mang. 17 δεικνύντες CG 19 τοῦ κοινοῦ Ο 19. 20 μὴ — νεωτεροποιὸς καὶ] ὡς ἐξαφανίσει τὸ ἔθνος Α 20 οὑν] αὗ A 21 ᾔδεσαν] ᾔδεισαν codd. (v) ; ᾔδεις ἂν coni. Mang. 22 μετ’ εἴποιμ᾿ Α 22. 23 εἴποιμι — οὐδὲ om. H1 add. H2 23 ἐνησκήθεις C ὄντες M 25 ἐντυγχάνουσιν CD C L δημιουργεῖν CGO 26 ἐστιν CM 27 ἰσχυρογνώμοσι G 27. 28 προκαταπίπτουσι (-ιν L) H) [*](1. 3 D R fol. 214v ἐκ τῶν πρὸς Γάιον fol. 116v τοῦ αὐτοῦ Antou. MeL II 2 Col. 1012 20 Col. 1061 Φίλωνος: νεότης μετ’ ἐξουσίας — δύσμαχον γίνεται. eadem in Georgidis cod. Laur. VIII 15 fol. 70v. 24. 25 DC fol. 201v Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας D R fol. 187v Φίλωνος: τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις οἱ θεῖοι νόμοι ἐλπίδας ἀγαθάς δημιουργοῦσιν.)

v.6.p.192
μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς, ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος.

Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν. μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας „τί καθ’ ἡσυχίαν“ εἴπομεν „κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα τὸν Γάιον;“