Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ μετεωρίζων.
ὁ δὲ διαναγνοὺς πλουσιώτερον καὶ μεγαλοφρονέστερόν τι ἀντὶ τοῦ πλινθίνου βωμοῦ τοῦ κατ’ ἐπήρειαν ἀνασταθέντος ἐν Ἰαμνείᾳ κελεύει κολοσσιαῖον ἀνδριάντα ἐπίχρυσον ἐν τῷ τῆς μητροπόλεως ἱερῷ καθιδρυθῆναι, συμβούλοις χρησάμενος τοῖς ἀρίστοις καὶ σοφωτάτοις, Ἑλικῶνι τῷ εὐπατρίδῃ δούλῳ, σπερμολόγῳ, περιτρίμματι, καὶ Ἀπελλῇ τινι τραγῳδῷ, ὃς ἀκμῇ μὲν τῆς πρώτης ἡλικίας, ὥς φασιν, ἐκαπήλευσε τὴν ὥραν, ἔξωρος δὲ γενόμενος ἐπὶ τὴν σκηνὴν παρῆλθεν.
ὅσοι δὲ σκηνοβατοῦσιν ἐμπορευόμενοι θεαταῖς καὶ θεάτροις, αἰδοῦς εἰσι καὶ σωφροσύνης ἀλλ’ οὐκ ἀναισχυντίας καὶ ἀκοσμίας ἐρασταὶ τῆς ἀνωτάτω; διὰ ταῦτα εἰς τὴν τοῦ συμβούλου τάξιν ὁ Ἀπελλῆς παρῆλθεν, ἵνα βουλεύσηται Γάιος μεθ’ οὗ μὲν ὡς σκωπτέον, μεθ’ οὗ δὲ ὡς ᾀστέον, ὑπερβὰς τὰς περὶ τῶν ὅλων σκέψεις, ὡς εἰρηνεύεσθαι καὶ ἠρεμεῖσθαι τὰ πανταχοῦ πάντα.
ὁὁ μὲν οὖν Ἑλικών, σκορπιῶδες ἀνδράποδον, τὸν Αἰγυπτιακὸν ἰὸν εἰς Ἰουδαίους ἤφιεν, ὁὁ δὲ Ἀπελλῆς τὸν ἀπὸ Ἀσκάλωνος· ἦν γὰρ ἐκεῖθεν· Ἀσκαλωνίταις δὲ ἀσύμβατός τις καὶ ἀκατάλλακτος δυσμένεια πρὸς τοὺς τῆς ἱερᾶς χώρας οἰκήτορας Ἰουδαίους ἐστὶν οὖσιν ὁμόροις.“ ταῦτα ἀκούοντες ἐφ’ ἑκάστου ῥήματος καὶ ὀνόματος ἐτιτρωσκόμεθα τὰς ψυχάς.