Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἔπειτα συγκλεισάμενοι πάντες ἀθρόοι ἰδίας ὁμοῦ καὶ κοινὰς τύχας ἐθρηνοῦμεν καὶ οἷα ὑπέβαλλεν ὁ νοῦς διεξῇμεν — λαλίστατον γὰρ ἄνθρωπος ἀτυχῶν —· ἀγωνιάσωμεν ὑπὲρ τοῦ μὴ εἰς ἅπαν ταῖς ἀνιάτοις παρανομίαις ἀφεθῆναι. χειμῶνος μέσου διεπλεύσαμεν ἀγνοοῦντες, ὅσος χειμὼν ἔφεδρός ἐστιν ὁ κατὰ γῆν ἀργαλεώτερος πολλῷ τοῦ κατὰ θάλατταν· τοῦ μὲν γὰρ ἡ φύσις αἰτία διακρίνουσα τοὺς ἐτησίους καιρούς, φύσις δὲ σωτήριον· ἐκείνου δὲ ἄνθρωπος οὐδὲν φρονῶν ἀνθρώπινον, νέος καὶ [*](1 φορτίζουσι G 2 κεκλήσεσθαι Α τι om. CGO (Turn.) ; τε Dahl 4 κενά L (Turn.) 5 ἀπεσχέθη M 8 δ’ Α ἐστὶν C, εἰσὶ 9 ἐθάδες] ἐνθάδε LD 10 ἀναλύζων GH : ἀναβλύζων A, ἀνολύζων COM 11 ἀνδριάντι A ἐσωτάτω CO: ἑστῶτα G, εἴσω ceteri; εἰσωτάτω v 12 προσέταξεν C Διὸς] δοὺς Α 13 πεπηγότων Η: πεπληγότων ceteri ὑπ’ CA: ὑπὸ OMH, ὑπὲρ G προελθεῖν Τurn. (v): προσελθεῖν codd. (coni. Mang.) 14 ὀλιγαδρανοῦντες H1, corr. Η2, ὀλιδρανοῦντες A παραρρέοντες αὑτοῖς Η2: αὐτοῖς CGOMH1, αὐτῶν Α; αὑτοὺς coni. Mang. ὡ ϊ 15 τόνων] ὄγκων Α 16 ὀδύνας Α, ὀδύνας OH καὶ ante ἔπειτα add. CGO (v) συγκλεισάμενοι] συναλισάμενοι coni. Matthaei 17 ὑπέλαβεν A; ὑπέβαλεν v διεξῇμεν Cohn: διέξιμεν codd.; διέξειμεν v 18 ἀγωνιάσωμεν CGOMA: ἀγωνισάμενος Η1, ἀγωνιζόμενος H2L; ἀγωνιαζόμενοι (v) interpunctione mutata antecedentibus adiunxit Mang. εἰς ἅπαν ταῖς OH2L: εἰς ἅπαντας (vel εἰς ἅπαν τὰς) CGMAH1; εἰς ἅπαντας ταῖς v, εἰς ἅπαν τὰς coni. Mang., ἡμᾶς ἅπαντας ταῖς coni. Dahl (εἰς ἅπαντα ταῖς in ἀνιάτοις (sive ἀνηκέστοις sive ἀκολάστοις coni.) Dahl: ἐν αὐτοῖς codd. (v) ; ἐν ἀσπὶς vel ἀνηκέστους coni. Mang. 19 παρανομίας Α (coni. Mang.) δὲ ante μέσου add. H2L 20 ἀργαλαιότερος G 21 διακρίνουσα C (Mang.): διακρίνασα ceteri (Tum.) 22 ἐκείνου AH2L (Mang.): ἐκείνους COME1 (Turn.), ἐκεῖνος G σωτήριος G οὐδὲ Η1 corr. H2, μηδὲν Α) [*](17. 18 DK fol. 178r ἐκ τῆς αὐτῆς: λαλίστατον ἄνθρωπος ἀτυχῶν. praecedit Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: ἐνθάδε γεγόναμεν κακοπραγιῶν (lin. 9).)
ἐξέσται δὲ προσελθεῖν ἢ διᾶραι τὸ στόμα περὶ προσευχῶν τῷ λυμεῶνι τοῦ πανιέρου; δῆλον γὰρ ὡς οὐ φροντιεῖ τῶν ἀφανεστέρων καὶ τιμῆς ἐλάττονος ἠξιωμένων ὁ τὸν περισημότατον καὶ ἐπιφανέστατον νεών, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀποβλέπουσιν ἡλίου τρόπον πανταχόσε λάμποντα, καθυβρίζων.
εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν συμφοράν;
οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὰς φύσεις μισοπονηρότατοι τῶν ὁμοφύλων ἀσέβειαν ἡμῶν κατηγορήσουσιν ὡς, ἐν ἐσχάτῳ κινδύνῳ τῶν ὅλων σαλευόντων, ἐπιμνησθέντων ὑπὸ φιλαυτίας ἰδίου τινός· τοῖς γὰρ μεγάλοις τὰ βραχέα καὶ τοῖς κοινοῖς τὰ ἴδια ὑποστέλλειν ἀναγκαῖον, ὧν οἰχομένων ἔρρει καὶ ἡ πολιτεία.