Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως — ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν — προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών — πλησίον γὰρ ἦσάν τινες — „ἠκούσατε“ ἔφη „τὰ καινά;“ καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης.

καὶ πάλιν ἀρξάμενος δεύτερον ἐπεσχέθη καὶ τρίτον. ἅπερ ὁρῶντες ἡμεῖς ἐπτοήμεθα καὶ παρεκαλοῦμεν μηνῦσαι τὸ πρᾶγμα, οὗ χάριν ἐλθεῖν ἔφασκεν· „οὐ γὰρ ἕνεκα τοῦ διὰ μαρτύρων κλαίειν· εἰ δὲ ἄξια δακρύων ἐστί, μὴ μόνος ἀπόλαυε τῆς λύπης· ἐθάδες γεγόναμεν ἤδη κακοπραγιῶν.“

ὁ δὲ μόλις μὲν ἀναλύζων δὲ ὅμως κεκομμένῳ τῷ πνεύματί φησιν· „οἴχεται ἡμῶν τὸ ἱερόν· ἀνδριάντα κολοσσιαῖον ἐσωτάτω τῶν ἀδύτων ἀνατεθῆναι Γάιος προσέταξε Διὸς ἐπίκλησιν αὐτοῦ.“

θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων — ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων —, ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας.