Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

μέχρι μὲν οὖν τινος τὸν ἐμφωλεύοντα ἔνδον πολέμιον ἀγνοοῦντες ἐφυλαττόμεθα τοὺς ἔξω μόνους· ἐπεὶ δὲ ᾐσθόμεθα, διηρευνῶμεν περιβλεπόμενοι πάσας ὁδούς, εἴ πως δυνησόμεθα μαλθάξαι καὶ τιθασεῦσαι τὸν ἄνθρωπον ἐξ ἅπαντος τρόπου καὶ τόπου βάλλοντα καὶ τοξεύοντα ἡμᾶς εὐσκόπως.

καὶ συνεσφαίριζε γὰρ καὶ συνεγυμνάζετο καὶ συνελούετο καὶ συνηρίστα καὶ μέλλοντι κοιμᾶσθαι παρῆν Γαΐῳ, τὴν τοῦ κατακοιμιστοῦ καὶ κατ’ οἰκίαν ἀρχισωματοφύλακος τεταγμένος τάξιν, ὅση μηδενὶ προσῆν ἄλλῳ, ὡς μόνος ἔχειν εὐκαιρούσας καὶ σχολαζούσας ἀκοὰς αὐτοκράτορος τῶν ἔξω διαφειμένας θορύβων εἰς ἀκρόασιν ὧν μάλιστα ἐπόθει.

διασυρμοὶ δὲ ἦσαν ἀνακεκραμένοι κατηγορίαις, ἵνα τοῖς μὲν ἡδονὰς κινῇ, ἡμᾶς δὲ τὰ μέγιστα βλάπτῃ· τὸ μὲν γὰρ προηγούμενον ἔργον εἶναι δοκοῦν, ὁ διασυρμός, πάρεργον ἦν αὐτῷ, τὸ δὲ φαινόμενον πάρεργον, αἱ κατηγορίαι, μόνον καὶ πρῶτον ἔργον.

πάντα δὴ κάλων ἀνασείων, ὡς οἱ πνεῦμα δεξιὸν κατ’ οἰάκων ἔχοντες, ἐφέρετο πλησίστιος οὐριοδρομῶν, ἄλλας ἐπ’ ἄλλαις συντιθεὶς καὶ συνείρων αἰτίας. τοῦ δὲ ἐνετυποῦτο ἡ διάνοια παγιώτερον, ὡς ἄληστον εἶναι τὴν τῶν ἐγκλημάτων μνήμην.