Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν.
ἦν δὲ σχεδὸν τοῦτο ἐπιτομή τις ἱκετείας μακροτέρας, ἣν ἐπεπόμφειμεν πρὸ ὀλίγου δι’ Ἀγρίππα τοῦ βασιλέως· ἐκ τύχης γὰρ ἐπεδήμησε τῇ πόλει μέλλων εἰς Συρίαν κατὰ [*](1 ὑπισχνεῖται Α φωλεύοντα CGO 2 μόνους] νόμους G ἠσθώμεθα C 4 τιθασσεῦσαι Α (v) 5 pr. καὶ om. v συνεσφαίριζε] συνεσφαίριζε] CO, corr. G 6 συνελούετο] συνεβουλεύετο A τὴν] τῶ 7 τοῦ om. A κοιμιστοῦ Ο ἄχρι σωματοφύλακος MH 8 μόνος CGO: μόνας ceteri 9 διαφειδομένας M, διαφθειρομένων Ο 10 μάλιστ’ Α δ’ Α τοῖς] τῷ coni. Cohn 11 κABBREVινῆ (o eras.) C; κινῆν (sic) Turn. ἡμᾶς CA: ἡμῖν GOMH γὰρ om. A 13 πρῶτον καὶ μόνον transp. H (v) δὴ] δὲ δὴ coni. Mang. κάλον CG, corr. 15 οὐριοδετομῶν A ἐπ’ ἄλλαις CA: ἐπ’ ἀλλήλαις GOMH τοῦ] Γαίου conicio 17 μνήμην Α (Mang.): γνώμην ceteri (Turn.) 18 δὲ] οὑν A (Mang.) 19 τὸν] τῶν Α ἐξευμενίσασθαι] ἐξιλεώσασθαι 19. 20 εὑρίσκομεν OH 20 pr. μήτε] μήτ’ A 22 εἴ τις A, ἥτις GO 23 δὲ ante τὸν add. M 24 περὶ] κατὰ M εἰάσαμεν om. Α δ’ A 26 τ’ A ἐπιτίμη M 27 μακροτέρα CGO πρό ὀλίγου sine causa suspectum dicit Mang. διὰ γρίππου G, δι’ ἀγρίππου O)
* * * ἐλελήθειμεν δὲ ἄρα ἔτι ἀπατῶντες ἑαυτούς· καὶ γὰρ πρότερον, ὅτε εὐθὺς ἠρξάμεθα πλεῖν οἰόμενοι πρὸς κριτὴν ἀφίξεσθαι τευξόμενοι τῶν δικαίων. ὁ δὲ ἦν ἐχθρὸς ἄσπονδος, δελεάζων ὅσα τῷ δοκεῖν φαιδρῷ τῷ βλέμματι καὶ ἱλαρωτέραις ταῖς προσρήσεσι.
δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον — ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων — ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας „αὐτὸς“ ἔφη „τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας“, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις.