Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα.“
τούτοις τοῖς παραλόγοις καὶ ἐπαράτοις λογισμοῖς ἐπάρας καὶ συγκροτήσας ἑαυτὸν συνεῖχε καὶ περιεῖπε τὸν Γάιον, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν.
φασὶ δὲ ὅτι καὶ τῶν Ἀλεξανδρέων οἱ πρέσβεις εὖ τοῦτο εἰδότες ἀφανῶς ἐμεμίσθωντο αὐτὸν μεγάλοις μισθοῖς, οὐ διὰ χρημάτων μόνον ἀλλὰ καὶ τῶν ἐπὶ τιμαῖς ἐλπίδων, ἃς ὑπέσπειραν αὐτῷ παρέξειν οὐκ εἰς μακράν, ἐπειδὰν ἀφίκηται Γάιος εἰς Ἀλεξάνδρειαν.
ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης — οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν — ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα [*](1 τῶν OA εὔθικτος Turn. (v): εὔθηκτος codd. σκόπτειν G, ὡς σκώπτειν 2 χαριεντίζειν δύνασθαι 4 τό om. C στωμύλιον A ἔτι Turn.: ἔτι CGOMH, οὖν τι A (Mang.) 5 ὑποκακόηθες Turn. (v): ὑπὸ κακοήθη CGOMH1, ὑπὸ κακοηθείας AH2L 6 καχυπόνου] κακόνου coni. Mang., καχυπόπτου Wendl. 7 μετὰ] κατά G 8 αὐτῶ L 9 τὸ] τῶ A τῶ CH: τό GOA, καὶ M μὴ om. Α 9. 10 περισσοτέρας M 10 κατὰ om. Mang. διαβολὰς (vel καταβοὰς coni.) Mang.: καταβολὰς codd. (v) ρ 11 ἀνετράφης C ἐδιδάχθης Α 12 γλωσσαργοτάτου CGMH1: γλωσσαλγοτάτου A, γλωσσαλγοτάτου OH2L (v) 13 παθήματα M 15 ἀφιστάμενον A ἶνα om. V 16 καταχρῆται codd.: κατεχρῆτο v 17 κινῶν τὰς] κινώντας C 17. 18 τιτρώσκουσιν GO 18 οὔθ’ A ὡμολόγει οὔτε om. C οὔθ᾿ A 19 ἡδύνατο AH δὲ] τε GO 20 ἐπιγεγραμμένων Matthaei: ἀπογεγραμμένων codd. (v) 21 δ’ Α ἀφανῶς] ἐμφανῶς Ven. 41 (prob. Mang.) 22 ἐμισθοῦντο A 26 συνεισβαλεῖ Turn. (v): συνεισβάλλει codd. 27 ὅσων G ἀναστὰς Α 28 ἐνδοξοτάτου H)