Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὡς γὰρ ἐκδοθέντας εἰς ὁμολογουμένας καὶ τὰς ἀνωτάτω συμφορὰς ὑπὸ τοῦ αὐτοκράτορος ἢ πολέμῳ κατακρατηθέντας ἐκμανέσι καὶ θηριωδεστάταις ὀργαῖς κατειργάζοντο, ταῖς οἰκίαις ἐπιτρέχοντες, τοὺς δεσπότας αὐταῖς [*](1 ἐπὶ] ὑπὸ Η 3 κενούμενον Α 4 δέ ante γενητὴν add. Α γεννητὴν Turn. καὶ φθαρτὴν φύσιν CGO: φύσιν καὶ φθαρτὴν transp. ceteri 5 ἔκρινεν (scil. τό Ἰουδαίων ἔθνος)] κρίνω coni. Mang., ἔοικεν Ernesti χαλεπώτατον CGO: χαλεπώτερον ceteri 6 ἂν om. MH 7 καὶ ante δίχα add. M ἀναδείξασθαι coni. Mang. 8 αὑτοῦ v: αὐτοῦ codd. 10 ἐκδίδωσιν CL: ἐκδίδωσι ceteri (v) 12 δούλου H 13 προτέρων C: πρότερον ceteri 14 πᾶσαν γαίου transp. A 16 τὰς Α 18 ἐγγραφόμεθα Α; ἐνεγραφόμεθα coni. Mang. τοῦ ἄρχοντος Α (Mang): τὸν ἄρχοντα ceteri (Turn.) τρέποντες CGO (Turn.) ; τραπέντος coni. Wendl. 19 6 om. Α συμπεφορημένος Α 20 ἐπιτηδει (??) τατον C, ἐπιτηδειότητος H (Turn.) ἐντυφόμενον vel ὑποτυφόμενον coni. Mang. 21 ἀνεφάνη coni. Matthaei ταράττων Α; συνταράττον coni. Matthaei 23 κατακρατηθέντας scripsi: κατακριθέντας C, κρατηθέντας ceteri (v) ἐκμανέσιν L θηριώδεσιν H 24 ὀργαῖς CGOMH (Turn.): ὁρμαῖς Α (Mang.) κατειργάζοντο] κατηναγκάζοντο H ἐπιτρέχοντας Η1, corr. H2) [*](12 DR fol. 160r τοῦ αὐτοῦ. τί ἄν εἴη δούλῳ βαρύτερον κακὸν ὃ δεσπότης ἐχθρός;)
ἔπιπλα καὶ κειμήλια οὐκέτι ὡς λῃσταὶ νύκτα καὶ σκότος ἐπιτηροῦντες διὰ φόβον ἁλώσεως ἔκλεπτον, ἀλλὰ φανερῶς μεθ’ ἡμέραν ἐξεφόρουν ἐπιδεικνύμενοι τοῖς ἀπαντῶσιν, ὥσπερ οἱ κεκληρονομηκότες ἢ πριάμενοι παρὰ τῶν κυρίων. εἰ δὲ καὶ πλείους συνέθεντο κοινοπραγῆσαι τῶν ἁρπαγῶν, τὴν λείαν ἐν ἀγορᾷ μέσῃ διενέμοντο, πολλάκις ἐν ὄψεσι τῶν δεσποτῶν, κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες.
δεινὰ μὲν οὖν καθ’ ἑαυτὰ καὶ ταῦτα· πῶς γὰρ οὔ; πένητας ἐκ πλουσίων καὶ ἀπόρους ἐξ εὐπόρων γεγενῆσθαι μηδὲν ἀδικοῦντας ἐξαίφνης καὶ ἀνοίκους καὶ ἀνεστίους, ἐξεωσμένους καὶ πεφυγαδευμένους τῶν ἰδίων οἰκιῶν, ἵνα μεθ’ ἡμέραν καὶ νύκτωρ ὕπαιθροι διατελοῦντες ἢ ταῖς ἀφ’ ἡλίου φλογώσεσιν ἢ νυκτεριναῖς περιψύξεσι διαφθαρῶσι.
κουφότερα δὲ τῶν μελλόντων λέγεσθαι ταῦτα· συνελάσαντες γὰρ τοσαύτας μυριάδας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ τέκνων καθάπερ βοσκήματα καὶ θρέμματα ἐξ ἁπάσης τῆς πόλεως εἰς μοῖραν ἐλαχίστην οἷά τινα σηκόν, ᾠήθησαν ὀλίγαις ἡμέραις σωροὺς ἀθρόων νεκρῶν ἐφευρήσειν ἢ λιμῷ διαφθαρέντων διὰ σπάνιν τῶν ἀναγκαίων, οὐ προευτρεπισμένων τὰ ἐπιτήδεια κατὰ μαντείαν τῶν ἐξαπιναίων κακοπραγιῶν,
ἢ δι’ ὠθισμὸν καὶ πνῖγος, μηδεμιᾶς εὐρυχωρίας προσφερομένης, ἀλλὰ καὶ τοῦ πέριξ ἀέρος κακωθέντος καὶ ὅσον ἦν ἐν αὐτῷ ζωτικὸν ταῖς ἀναπνοαῖς, εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν, τοῖς ἐκπνεόντων ἄσθμασιν ὑποβαλόντος, ὑφ’ ὧν φλεγόμενος καὶ τρόπον τινὰ καταβολῇ πυρετοῦ πιεσθεὶς θερμὸν καὶ ἄτοπον πνεῦμα διὰ μυκτήρων καὶ στόματος εἰσέπεμπε, τὸ λεγόμενον κατὰ τὴν παροιμίαν πῦρ ἐπιφέρων πυρί.
τῶν γὰρ ἐντὸς σπλάγχνων ἡ δύναμις ἐκ φύσεως φλογωδεστάτη καθέστηκεν, ἣν ὅταν μὲν αἱ θύραθεν αὖραι μετρίως ψυχραὶ καταπνέωσιν, εὐοδεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα ταῖς εὐκρασίαις, ὅταν δὲ μεταβάλωσι πρὸς τὸ θερμότερον, ἀνάγκη δυσοδεῖν
πυρὸς ἐπεισρέοντος πυρί. μηκέτι οὖν ὑπομένειν τὴν δυσχωρίαν [*](p. 564 M.) | οἷοί τε ὄντες ἐξεχέοντο εἰς ἐρημίας καὶ αἰγιαλοὺς καὶ μνήματα, [*](1 ἐλαύνοντας Α ὡς CGO: ἅς ceteri (v) ἀποφῆναι Ο: ἀπέφηναν ceteri 2 σκότος Α: σκότον ceteri (v) φόβου A 3 ἔκλεπτον] ἔβλεπον Η 4 ἀπατῶσιν G 5 συνέθετο L ἐν om. CG 6 ὄψεσιν L 9 ἀοίκους Α 11 φλογώδεσιν AL 15 σωροὺς GA (coni. Mang.): σώους O, σοροὺς ceteri (v) ἀθρόον O, ἀθρόως Α; ἀθρόους coni. Mang. 16 οὐ] μὴ Α 16. 17 προηυτρεπισμενων H (v) 17 κακῶν ὁ πραγιῶν (sic) M 18 τῶν ἰδίων κακοπραγιῶν ante μηδεμιᾶς add. A προσφερομένης Α (Mang.): προφερομένης ceteri (Turn.) 19 ἐν om. A 20 τὸ ἀλεθὲς G, τἀληθὲς ἄσμασιν L ὑπερβάλλοντος Α, ὐποβαλλόντος (sic) L; ἀποβαλόντος v 22 ἄτοπον] ἐντυφόμενον coni. Mang. 23 ἐπιφέρον L 25 εὐοδεῖ CGO1H2L (Turn.): εὐωδεῖ O2MAH1 (Mang.) ; εὐοδοῖ in append. Mang. 26 μεταβάλλωσι OAH δυσοδεῖν CO1H2 (Turn., in append. Mang.): δυσωδεῖν GO2MAH1 27 ἐπεισπνέοντος A γοῦν Gr 28 τ’ A ἐρημίας codd. (mavult Mang.): ἐρημίαν v καὶ αἰγιαλοὺς om. Η)
περικαθήμενοι δὲ ἐν κύκλῳ τινὲς τῶν ἀργεῖν καὶ σχολάζειν εἰωθότων τοὺς συνεληλαμένους καὶ συνεωσμένους εἰς ἐσχατιᾶς βραχύ τι μέρος, ὡς ἔφην, καθάπερ τοὺς τειχήρεις γεγονότας ἐπετήρουν, μή τις ὑπεξέλθῃ λαθών. ἔμελλον δὲ ἄρα οὐκ ὀλίγοι διὰ σπάνιν τῶν ἀναγκαίων ἀλογήσαντες τῆς ἰδίας ἀσφαλείας ἐξιέναι, δέει τοῦ μὴ λιμῷ πανοίκιοι παραπολέσθαι. τούτων τὰς διαλύσεις καραδοκοῦντες ἐπετήρουν καὶ τοὺς συλληφθέντας εὐθὺς διέφθειρον αἰκιζόμενοι πάσαις αἰκίαις.
ἕτερος δὲ λόχος ἦν ἐφεδρεύων τοῖς τοῦ ποταμοῦ λιμέσι πρὸς ἁρπαγὴν τῶν καταγομένων Ἰουδαίων καὶ ὧν κατ’ ἐμπορίαν ἐκόμιζον· ἐπεισβαίνοντες γὰρ ταῖς ναυσὶ τὸν φόρτον ἐν ὄψεσι τῶν κυρίων ἐξεφόρουν καὶ αὐτοὺς ἐξαγκωνίζοντες ἐνεπίμπρασαν, ὕλῃ χρώμενοι πηδαλίοις, οἴαξι, κοντοῖς καὶ ταῖς ἐπὶ τῶν καταστρωμάτων σανίσι.
τοῖς δὲ ἐν μέσῃ τῇ πόλει κατακαιομένοις οἰκτρότατος ἦν ὄλεθρος· σπάνει γὰρ ἔστιν ὅτε ξύλων φρύγανα συνεφόρουν καὶ ταῦτα ἀνάψαντες ἐπερρίπτουν τοῖς ἀθλίοις· οἱ δὲ ἡμίφλεκτοι καπνῷ τὸ πλέον ἢ πυρὶ διεφθείροντο, τῆς φρυγανώδους ὕλης πῦρ μὲν ἀμενηνὸν καὶ καπνῶδες ἐξαπτούσης καὶ αὐτίκα σβεννυμένης, ἀνθρακοῦσθαι δὲ διὰ κουφότητα μὴ δυναμένης.
πολλοὺς δὲ ἔτι ζῶντας ἱμάσι καὶ βρόχοις περιβαλόντες καὶ ἐπισφίγξαντες τὰ σφυρὰ διὰ μέσης κατέσυρον ἀγορᾶς ἐναλλόμενοι καὶ μηδὲ νεκρῶν ἀπεχόμενοι τῶν σωμάτων· διαρτῶντες γὰρ αὐτὰ κατὰ μέλη καὶ μέρη καὶ πατοῦντες οἱ καὶ τῶν ἀτιθάσων θηρίων ὠμότεροι καὶ ἀγριώτεροι πᾶσαν ἰδέαν ἐξανήλισκον, ὡς μηδὲ λείψανον γοῦν ὃ δυνήσεται ταφῆς ἐπιλαχεῖν ὑπολιπέσθαι.
[*](1. 2 προκατελείφθησαν Α, προκατελείφθησαν L (Mang.) 3 ἀπέλαυον OA: ἀπήλαυ(??)ον C, ἀπήλαυνον L, ἀπελαῦνον M, ἀπήλαυον GH (v) 4 κεράμοις coni. Mang. 5 καιριώτατα scripsi (cf. 132,13. 161,17): κυριώτατα CGOMH(v), κυριώτερα Α 6 δ’ Α 7 συνεληλασμένους Η1, corr. Η2, ἐληλασμένους Α 9 ὑπεξέλθῃ CGO: ὑπεξέλθοι ceteri (v) δ’ A 10 ἀλογήσαντες OMH: ἀλογήσοντες CG, ἀμελήσαντες Α 11 διελεύσεις Α: διαδύσεις ν εὐθὺς ante ἐπετήρουν add. Α 12 συληφθέντας M εὐθὺς CGO: εὐθέως γράφεται εὐθύς M in marg.) ceteri (v) οἰκίαις Η 12. 13 λόχος δὲ ἔτερος transp. O 13 λόχος Α 13. 14 κατεχομένων A 14 ἐνόμιζον G 17 σανίσιν μέση L A (Mang.): μέσω CGOMH (Turn.) 18 ὅτι G 19 τοὺς ἀθλίους Α (Mang., sed in append. praefert τοῖς ἀθλίοις) 20 τὸ] καὶ M 22 pr. δὲ] καὶ C κουφότητος H (Turn.) 23 ἱμάσι καὶ] ἱμάσιν ἢ A (Mang.) περιβάλλοντες CGOA ἐπισφίξαντες M 24 ἀγορᾶς om. H 25 διαρτῶντες codd. (Turn. in append.): διαρταμῶντες v γὰρ] δέ Α μέλη] τὰ μέλη G μέρη καὶ μέλη transp. Α 26 ἀτιθάσσων MA (v) 27 ὑπολείπεσθαι L)Τοῦ δὲ ἐπιτρόπου τῆς χώρας, ὃς μόνος ἐδύνατο βουληθεὶς ὥρᾳ μιᾷ τὴν ὀχλοκρατίαν καθελεῖν, προσποιουμένου ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἐπακούειν, ἀλλ’ ἀνέδην ἐφιέντος πολεμοποιεῖν καὶ τὴν εἰρήνην συγχέοντος, ἔτι μᾶλλον ἐξοτρυνόμενοι πρὸς ἀναισχύντους καὶ θρασυτέρας ὥρμησαν ἐπιβουλὰς καὶ συνταξάμενοι στίφη πολυανθρωπότατα τὰς προσευχάς — πολλαὶ δέ εἰσι καθ’ ἕκαστον τμῆμα τῆς πόλεως — τὰς μὲν ἐδενδροτόμησαν τὰς δὲ αὐτοῖς θεμελίοις κατέσκαψαν, εἰς ἃς δὲ καὶ πῦρ ἐμβαλόντες ἐνέπρησαν, ὑπὸ λύττης καὶ μανίας ἔκφρονος ἀλογήσαντες καὶ τῶν πλησίον οἰκιῶν· πυρὸς γάρ, ὁπότε λάβοιτο ὕλης, οὐδὲν ὠκύτερον.
καὶ σιωπῶ τὰς συγκαθαιρεθείσας καὶ συμπρησθείσας τῶν αὐτοκρατόρων τιμὰς ἀσπίδων καὶ στεφάνων ἐπιχρύσων καὶ στηλῶν καὶ ἐπιγραφῶν, δι’ ἃ καὶ τῶν ἄλλων ὤφειλον ἀνέχειν· ἀλλ’ ἐθάρρουν ἅτε τὴν ἐκ Γαΐου τίσιν οὐ δεδιότες, ὃν εὖ ἠπίσταντο μῖσος ἄλεκτον ἔχοντα πρὸς Ἰουδαίους, ὡς ὑπονοεῖν, ὅτι οὐδεὶς οὐδὲν αὐτῷ χαρίζοιτο μεῖζον ἢ πάσας κακῶν ἰδέας ἐπιφέρων τῷ ἔθνει.
βουλόμενοι δὲ καινοτέραις κολακείαις ὑπελθόντες αὐτὸν ἀνυπευθύνοις χρῆσθαι κατὰ τὸ παντελὲς ταῖς εἰς ἡμᾶς ἐπηρείαις τί ποιοῦσι; προσευχὰς ὅσας μὴ ἐδυνήθησαν ἐμπρήσεσι καὶ κατασκαφαῖς ἀφανίσαι διὰ τὸ πολλοὺς καὶ ἀθρόους πλησίον οἰκεῖν Ἰουδαίους ἕτερον τρόπον ἐλυμήναντο μετὰ τῆς τῶν νόμων καὶ ἐθῶν ἀνατροπῆς· εἰκόνας γὰρ ἐν ἁπάσαις μὲν ἱδρύοντο Γαΐου, ἐν δὲ τῇ μεγίστῃ καὶ περισημοτάτῃ καὶ ἀνδριάντα χαλκοῦν ἐποχούμενον τεθρίππῳ.
καὶ τοσοῦτον ἦν τὸ τάχος καὶ τὸ σύντονον τῆς σπουδῆς, ὥστε οὐκ ἔχοντες ἐν ἑτοίμῳ καινὸν τέθριππον ἐκ τοῦ γυμνασίου παλαιότατον ἐκόμιζον ἰοῦ γέμον, ἠκρωτηριασμένον ὦτα καὶ οὐρὰς καὶ βάσεις καὶ ἕτερα οὐκ ὀλίγα, ὡς δέ φασί τινες καὶ ὑπὲρ γυναικὸς ἀνατεθὲν τῆς ἀρχαίας Κλεοπάτρας, ἥτις ἦν προμάμμη τῆς τελευταίας.
ἡλίκην μὲν οὖν καθ’ αὑτὸ τοῦτο τοῖς ἀναθεῖσιν ἐπέφερε κατηγορίαν, παντί τῳ δῆλον. τί γάρ, εἰ καὶ καινὸν γυναικός; τί δέ, εἰ παλαιὸν ἀνδρός; τί δέ, εἰ συνόλως ἐπιφημισθὲν ἑτέρῳ; [*](1 δ’ A (v) ἠδύνατο A 2 ὀχλοκρατίαν v: ὀχλοκρατειαν (sic) C, ὀχλοκρασίαν ceteri (praefert Mang.) ὥρα A 3 ἤκουεν G ἀναίδην CG alt. καὶ om. CO 4. 5 καὶ θρασυτέρας om. Α 5 ἐπιβολὰς vei βουλὰς (sic Ven. 41) coni. Maug. καὶ Α: om. ceteri πολυανθρωπότητα M 6 τἀς προσευχάς scripsi: ταῖς (καὶ ταῖς G) προσευχαῖς codd.; τῶν προσευχῶν v εἰσι (??) C; εἰσιν Mang. τμῆμα] μνῆμα GO 8 ἐμβάλλοντες (sic) Η 10 καὶ συμπρισθείσας ss. M, καὶ συμπληρωθείσας 11 αὐτοκρατορικῶν coni. Mang. 14 ἡ] ἡ 6 16. 17 τῆς — ἐπηρείας Ο ἠδυνήθησαν Α ἐμπρήσεσιν L 18 alt. καὶ om. CGO (Τurn.) πλησίον om. 20 μὲν ante γὰρ transp. Α ἱδρύσαντο Α 21 παρασημοτάτη Α 22 alt. τὸ om. H (v) 23 ἐν] μὲν Α ἐκ] καὶ L ἐκόμιζον add. Cohn: om. codd. (v) ; ἐπορίσαντο add. Wendl. 24 ἠκροτηριασμένον Η τά ante ὦτα add. Α οὐρὰν Α 27 ἀνατεθεῖσιν Η1, τε exp. Η2 ἐπέφερεν Η 27 καὶ addidi: om. codd. (v) 28 εἰ παλαιὸν ἀνδρός] κὰν ἀνδρός, εἰ παλαιόν coni. Mang. παλαιὸν codd.: καὶ παλαιὸν v alt. δέ] οὖν Α ὅλως H)
οἱ δέ γε ἐκ πολλοῦ τοῦ περιόντος ἤλπιζον ἐπαινεθήσεσθαι καὶ μειζόνων καὶ λαμπροτέρων ἀπολαύσειν ἀγαθῶν ἕνεκα τοῦ καινὰ τεμένη προσαναθεῖναι Γαΐῳ τὰς προσευχάς, οὐχ ἕνεκα τιμῆς τῆς εἰς ἐκεῖνον, ἀλλ’ ὑπὲρ τοῦ πάντα τρόπον ἐμφορεῖσθαι τῶν ἐπὶ τῷ ἔθνει κακοπραγιῶν.
ἐναργεῖς δὲ πίστεις λαβεῖν ἔστι· πρῶτον μὲν ἀπὸ τῶν βασιλέων· δέκα που σχεδὸν ἢ καὶ πλειόνων ἐν τριακοσίοις ἔτεσιν ἑξῆς γενομένων, ἀνάθεσιν εἰκόνων ἢ ἀνδριάντων ἐν προσευχαῖς οὐδεμίαν ἐποιήσαντο, καίτοι γε οἰκείων ὄντων καὶ συγγενῶν, οὓς θεοὺς καὶ ἐνόμιζον καὶ ἔγραφον καὶ ἐκάλουν.
τί δὲ οὐκ ἔμελλον ἀνθρώπους γε ὄντας οἱ κύνας καὶ λύκους καὶ λέοντας καὶ κροκοδείλους καὶ ἄλλα πλείονα θηρία καὶ ἔνυδρα καὶ χερσαῖα καὶ πτηνὰ θεοπλαστοῦντες, ὑπὲρ ὧν βωμοὶ καὶ ἱερὰ καὶ ναοὶ καὶ τεμένη κατὰ πᾶσαν Αἴγυπτον ἵδρυνται;
τάχα που νῦν φήσουσι τότε οὐκ ἂν εἰπόντες — τὰς γὰρ τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν —, ὅτι μείζους μὲν οἱ αὐτοκράτορες τὰ ἀξιώματα καὶ τὰς τύχας τῶν Πτολεμαίων εἰσί, μειζόνων δὲ καὶ τιμῶν τυγχάνειν ὀφείλουσιν.