Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

εἶτα, ὦ πάντων ἀνθρώπων, ἵνα μηδὲν ἀναγκασθῶ βλάσφημον εἰπεῖν, εὐηθέστατοι, διὰ τί τὸν πρὸ Γαΐου Τιβέριον, ὃς κἀκείνῳ τῆς ἡγεμονίας αἴτιος γέγονε, τρία πρὸς τοῖς εἴκοσιν ἔτη γῆς καὶ θαλάσσης ἀναψάμενον τὸ κράτος καὶ μηδὲ σπέρμα πολέμου μήτε κατὰ τὴν Ἑλλάδα μήτε κατὰ τὴν βάρβαρον ὑποτυφόμενον ἐάσαντα, τὴν δὲ εἰρήνην καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ παρασχόμενον ἄχρι τῆς τοῦ βίου τελευτῆς ἀφθόνῳ καὶ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, τῆς ὁμοίας τιμῆς οὐκ ἠξιώσατε; τὸ γένος ἦν ἐλάττων;

ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον [*](1 τοιούτους Α 2 μήνυσις τῷ] μῆνις αὐτῶ Α πάντων H καθ’ αὑτόν Α (coni. Mang.): κατ’ αὐτόν ceteri (v) 3 οἱ δέ] οὐδέ Turn. (sic primitus C) 4 ἀπολαύσεις H (Turn.) 5 προσαναθῆναι Η εἰς] πρός Α 7 ἐστιν Α ὧν δέκα coni. Cohn 8 τριακοσίοις] τݲ C οἲ ante ἀνάθεσιν add. v; οἷς Mang. (Dahl) 11 γε] τε GO, corr. in γε C 12 κροκωδείλους C πλείονα CG: πλείω ceteri 14 καὶ τεμένη om. Α φήσουσιν L 15 ἄν om. CGO ἀρχόντων] ἐχόντων G 16 εἰώθασιν L 17 εἰσίν CL 19 τοῦ ante Γαίου add Α (v) 20 γέγονεν L εἴκοσι M (v), κݲ CL 21 θαλάσσης θαλάττης ceteri (v) μὴ δὲ CGO: μηδὲν ceteri (v) σπέρματα M; ζώπυρον vel ἐμπύρευμα coni. Mang. 23 ἄχρι] πρό Α τοῦ om. Η 24 πλουσία codd.: πλουσίῳ v 25 ἣν] οὖν M 26 λογιώτερος Α (Mang.): λογικώτερος (κ exp. G) ceteri) [*](15. 16 DK fol. 191r (post locum ad p. 161,26 adlatum) ἐκ τῆς αὐτῆς: τὰς τῶν — θεραπεύειν οἱ πλεῖστοι. eadem DV p. 564 (cf. Harris p. 79 sq., qui haec sub Clementis nomine in DP ferri testatur).)

v.6.p.182
ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη. τί δέ;

ὁ τὴν ἀνθρωπίνην φύσιν ὑπερβαλὼν ἐν ἁπάσαις ταῖς ἀρεταῖς, ὁ διὰ μέγεθος ἡγεμονίας αὐτοκρατοῦς ὁμοῦ καὶ καλοκαγαθίας πρῶτος ὀνομασθεὶς Σεβαστός, οὐ διαδοχῇ γένους ὥσπερ τι κλήρου μέρος τὴν ἐπωνυμίαν λαβών, ἀλλ’ αὐτὸς γενόμενος ἀρχὴ σεβασμοῦ καὶ τοῖς ἔπειτα; ὁ τοῖς μὲν πράγμασι τεταραγμένοις καὶ συγκεχυμένοις ἐπιστάς, ὅτε εὐθὺς παρῆλθεν ἐπὶ τὴν τῶν κοινῶν ἐπιμέλειαν;

νῆσοι γὰρ πρὸς ἠπείρους καὶ ἤπειροι πρὸς νήσους περὶ πρωτείων ἀντεφιλονείκουν ἡγεμόνας ἔχουσαι καὶ προαγωνιστὰς Ῥωμαίων τοὺς ἐν τέλει δοκιμωτάτους· καὶ αὖθις τὰ μεγάλα τμήματα τῆς οἰκουμένης, Ἀσία πρὸς Εὐρώπην καὶ Εὐρώπη πρὸς Ἀσίαν, ἡμιλλῶντο περὶ κράτους ἀρχῆς, τῶν Εὐρωπαίων καὶ Ἀσιανῶν ἐθνῶν ἀπὸ ἐσχάτων γῆς ἀναστάντων καὶ βαρεῖς πολέμους ἀντεπιφερόντων διὰ πάσης γῆς καὶ θαλάττης πεζομαχίαις καὶ ναυμαχίαις, ὡς μικροῦ σύμπαν τὸ ἀνθρώπων γένος ἀναλωθὲν ταῖς ἀλληλοκτονίαις εἰς τὸ παντελὲς ἀφανισθῆναι, εἰ μὴ δι’ ἕνα ἄνδρα καὶ ἡγεμόνα, τὸν Σεβαστόν [οἶκον], ὃν ἄξιον καλεῖν ἀλεξίκακον.

οὗτός ἐστιν ὁ Καῖσαρ, ὁ τοὺς καταρράξαντας πανταχόθι χειμῶνας εὐδιάσας, ὁ τὰς κοινὰς νόσους Ἑλλήνων καὶ βαρβάρων ἰασάμενος, αἳ κατέβησαν μὲν ἀπὸ τῶν μεσημβρινῶν καὶ ἑῴων, ἔδραμον δὲ καὶ μέχρι δύσεως καὶ πρὸς ἄρκτον, τὰ μεθόρια χωρία καὶ πελάγη κατασπείρασαι τῶν ἀβουλήτων·

οὗτός ἐστιν ὁ τὰ δεσμά, οἷς κατέζευκτο καὶ ἐπεπίεστο ἡ οἰκουμένη, παραλύσας, οὐ μόνον ἀνείς· οὗτος ὁ καὶ τοὺς φανεροὺς καὶ ἀφανεῖς πολέμους διὰ τὰς ἐκ λῃστῶν ἐπιθέσεις ἀνελών· οὗτος ὁ τὴν θάλατταν πειρατικῶν μὲν σκαφῶν κενὴν ἐργασάμενος, φορτίδων δὲ πληρώσας·

οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁὁ τὰ ἄμικτα [*](1 ἀγήρως M 2 τὴν περὶ τὴν ἀγχίνοιαν] τῆς περιττῆς ἀγχινοίας coni. Mang. περὶ] παρὰ Η 2. 3 τοσοῦτος καὶ τοιοῦτος transp. Α 3 ὑμῖν CGO: αὐτοῖς παρεώφθη GO 4 ἡγεμονίας] εὐδαιμονίας C (εὐδαιμονίας Turn.) 5 H1, corr. Η2 6 κλήρου μέρος MAH (Mang.): κληρούμενος CGO (Τurn.) 7 ὁ] καὶ Α πράγμασιν L 8 συκεχυμένοις M ὄτ’ Α εὐθὺς ὅτε transp. Mang. (Dahl) παρῆλθον M 10 ἀντεφιλονίκουν v 13 τῶν] τῆς M 14 ἀναστάντων — γῆς om. H1, add. Η2 15 καὶ ναυμαχίαις add. Mang.: om. codd. (Turn.) μικροῦ codd.: σμικροῦ v 16 παντελές] σύμπαν A 17 οἶκον] ἧκον ἐπὶ τὸ βέλτιον Α (Mang.): οἶκον seclusi 18 ἐστιν 6 Α: ἐστι ceteri (v) καταράξαντας O, κατάρξαντας Α 19 πανταχόθεν Α 21 pr. καὶ om. M πρός ἄρκτον CGO (Turn.): ἄρκτου ceteri (Mang.) ὡς ante τὰ add. Α (Mang.) χωρία om. A 22 κατασπείρασαι] καταπειρᾶσθαι A (Mang.) 23 πεπίεστο A ἀνείς Turn. (v): ἀνιείς codd. 24 pr. καὶ om. M 25 θάλατταν CG: θάλασσαν ceteri μὲν om. Α 26. 27 φορτίδων — ἐξελόμενος om. Α)

v.6.p.183
ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁὁ εἰρηνοφύλαξ, ὁὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁὁ μηδὲν ἀποκρυψάμενος ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ.

τοῦτον οὖν τὸν τοσοῦτον εὐεργέτην ἐν τρισὶ καὶ τεσσαράκοντα ἐνιαυτοῖς, οὓς ἐπεκράτησεν Αἰγύπτου, παρεκαλύψαντο, μηδὲν ἐν προσευχαῖς ὑπὲρ αὐτοῦ, μὴ ἄγαλμα, μὴ ξόανον, μὴ γραφὴν ἱδρυσάμενοι.

καὶ μὴν εἴ τινι καινὰς καὶ ἐξαιρέτους ἔδει ψηφίζεσθαι τιμάς, ἐκείνῳ προσῆκον ἦν, οὐ μόνον ὅτι τοῦ Σεβαστοῦ γένους ἀρχή τις ἐγένετο καὶ πηγή, οὐδὲ ὅτι πρῶτος καὶ μέγιστος καὶ κοινὸς εὐεργέτης, ἀντὶ πολυαρχίας ἑνὶ κυβερνήτῃ παραδοὺς τὸ κοινὸν σκάφος οἰακονομεῖν ἑαυτῷ, θαυμασίῳ τὴν ἡγεμονικὴν ἐπιστήμην — τὸ γὰρ "οὐκ ἀγαθὸν πολυκοιρανίη“ λέλεκται δεόντως, ἐπειδὴ πολυτρόπων αἴτιαι κακῶν αἱ πολυψηφίαι —, ἀλλ’ ὅτι καὶ πᾶσα ἡ οἰκουμένη τὰς ἰσολυμπίους αὐτῷ τιμὰς ἐψηφίσαντο.

καὶ μαρτυροῦσι ναοί, προπύλαια, προτεμενίσματα, στοαί, ὡς ὅσαι τῶν πόλεων, ἢ νέα ἢ παλαιά, ἔργα φέρουσι μεγαλοπρεπῆ, τῷ κάλλει καὶ μεγέθει τῶν Καισαρείων παρευημερεῖσθαι, καὶ μάλιστα κατὰ τὴν ἡμετέραν Ἀλεξάνδρειαν.

οὐδὲν γὰρ τοιοῦτόν ἐστι τέμενος, οἷον τὸ λεγόμενον Σεβαστεῖον, ἐπιβατηρίου Καίσαρος νεώς, ὃς ἀντικρὺ τῶν εὐορμοτάτων λιμένων μετέωρος ἵδρυται μέγιστος καὶ ἐπιφανέστατος καὶ οἷος οὐχ ἑτέρωθι κατάπλεως ἀναθημάτων, [ἐν] γραφαῖς καὶ ἀνδριάσι καὶ ἀργύρῳ καὶ χρυσῷ περιβεβλημένος ἐν κύκλῳ, τέμενος εὐρύτατον στοαῖς, βιβλιοθήκαις, ἀνδρῶσιν, ἄλσεσι, προπυλαίοις, εὐρυχωρίαις, ὑπαίθροις, ἅπασι τοῖς εἰς πολυτελέστατον κόσμον ἠσκημένον, ἐλπὶς καὶ ἀναγομένοις καὶ καταπλέουσι σωτήριος.

ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας [*](1 καὶ θηριώδη ἔθνη transp, H μέν om. Α 6 τεσσαράκοντα] μ C οὓς] ἅς M; οἷς coni. Dahl 9 ψηφίσασθαι 10 σεβαστοῦ Η: σεβαστείου Α, σεβαστίου ceteri (v) ἀρχή τις CGOM: ἀρχέτης Α, ἀρχὴ Η 11 alt. καὶ Α (Mang.): om. ceteri (Turn.) 12 κοινὸν] οἰκεῖον οἰακονομῶν Α θαυμασίῳ C: θαυμασίως ceteri: τῷ θαυμασίῳ coni. Cohn 13 λέγεται 15 οἰκουμενικὴ Μ ἐψηφίσαντο codd.: ἐψηφίσατο v μαρτυροῦσι Α (Mang.): om. ceteri (Turn.) 16 ναοὺς Turn., καὶ ναοὶ Mang. ναοὶ in append,) στοὰς Turn. ὡς CGOH2L (Turn.): om. H1, καὶ M, ὥστε καὶ Α; ὥστε Mang. ὅσα Turn. pr. ἡ om. Α 16. 17 ἢ νέαι ἢ παλαιαὶ Α (Mang.) 17 ἔργα φέρουσι μεγαλοπρεπῆ Α (Mang.): om ceteri (Turn.) κατσαρείων OA (Mang.): καισαρίων ceteri (Turn,) ἡμέραν C οὐδέ Η (Turn.) 19 ἐστὶν C σεβάστειον AH: σεβάστιον ceteri (v) 20 ὃς add. Dahl: om, codd. (v) ἀντικρὺ Α: ἄντικρυς ceteri 22 ἐν seclusi ἀναγραφαῖς (pro ἐν γραφαῖς) coni, Mang., ἐγγραφαῖς Dahl pr. καὶ Η1, ἐν Η2L 23 ἀνδριᾶσιν Α 25 ἠσκημένοις Α (mavult Mang.)) [*](3 — 5 DK fol. 113r ἐκ τῆς αὐτῆς: 6 τῆς εἰρήνης φύλαξ — ἢ κακὸν ἐν — βίῳ 13 Hom. II. B 204.)

v.6.p.184
ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ’ ἕκαστον τὸ νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος.

ᾔδεσαν αὐτοῦ τὴν ἐπιμέλειαν καὶ ὅτι τοσαύτην ποιεῖται τῆς βεβαιώσεως τῶν παρ’ ἑκάστοις πατρίων, ὅσην καὶ τῶν Ῥωμαϊκῶν, καὶ ὅτι δέχεται τὰς τιμὰς οὐκ ἐπὶ καθαιρέσει τῶν παρ’ ἐνίοις νομίμων τυφοπλαστῶν ἑαυτόν, ἀλλὰ τῷ μεγέθει τῆς τοσαύτης ἡγεμονίας ἑπόμενος, ἣ διὰ τῶν τοιούτων πέφυκε σεμνοποιεῖσθαι.

τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα.

πῶς οὖν ἀπεδέχετο τὴν πέραν τοῦ Τιβέρεως ποταμοῦ μεγάλην τῆς Ῥώμης ἀποτομήν, ἣν οὐκ ἠγνόει κατεχομένην καὶ οἰκουμένην πρὸς Ἰουδαίων; Ῥωμαῖοι δὲ ἦσαν οἱ πλείους ἀπελευθερωθέντες· αἰχμάλωτοι γὰρ ἀχθέντες εἰς Ἰταλίαν ὑπὸ τῶν κτησαμένων ἠλευθερώθησαν, οὐδὲν τῶν πατρίων παραχαράξαι βιασθέντες.

ἠπίστατο οὖν καὶ προσευχὰς ἔχοντας καὶ συνιόντας εἰς αὐτάς, καὶ μάλιστα ταῖς ἱεραῖς ἑβδόμαις, ὅτε δημοσίᾳ τὴν πάτριον παιδεύονται φιλοσοφίαν. ἠπίστατο καὶ χρήματα συνάγοντας ἀπὸ τῶν ἀπαρχῶν ἱερὰ καὶ πέμποντας εἰς Ἱεροσόλυμα διὰ τῶν τὰς θυσίας ἀναξόντων.

ἀλλ’ ὅμως οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας [*](1 ἐνεωτέρισαν καὶ A (Mang.): om. ceteri (Turn.) καθέκαστον] καθέστατον C; καθ’ ἕκαστα coni. Matthaei τὸ add. Matthaei: om. codd. (v) 2 ἡ τινα] εἶτα τινὰ Α (Mang.) ; εἶτα τίνα Dahl σεβαστὸν M παρέλειπον 3 ἐστέρησαν suspectum; ὑστέρησαν coni. Mang. (Matthaei), τιμῆς ἐστέρησαν 4 ᾔδεισαν (ἤδησαν Ο) codd. (v) 7 τυφοπλαστῶν CA (Turn. in append., prob. Mang.): τυφλοπλαστῶν GOMH (v) ἀλλὰ COA: ἀλλὰ καὶ GMH (v) ἑπόμενος] ἐπαιρόμενος coni. Mang. 8 ἢ M 9 δεθῆναι corruptum: οἰδηθῆναι coni. Mang., θεωθῆναι aut θειωθῆναι Matthaei, διαρθῆναι Cohn, ἐπαρθῆναι Wendl. μηδέποτ’ Α, δὲ μήποτε Μ; μὴ δεσπότην μήτε v, μηδέποτε δεσπότην (deleto subsequenti θεὸν) coni. Mang. 10 ἐθελῆσαι θεὸν ἑαυτὸν transp. Α κἀν] καὶ λέγοι CA: λέγοιτό GOMH (v) 11 ἀποδέχεσθαι] προσίεσθαι Α 12 τιβέρεως C: τιβέριος ceteri 13 ἣν deleri vult Mang. interrogandi signo post ἀπεδέχετο posito κατερχομένην M 14 δ’ AL 19 συνάγοντας M: συναγαγόντας ceteri (v) 20 ἀναγόντων (coni. Mang.), ἀναξάντων H ὅμως] 6 μὲν Α (Richt. Tauchn.) ; ὁ μὴν Mang. οὔτ’ Α 22 ἐφρόντιζον C: ἐφρόντιζεν ceteri (v) οὔτ’ A οὔτ’ A 23 ἐκώλυσεν Ο, ἐκώλησε M οὔτ’ A 24 ἀπερχομένοις CG μονονοὺ Η2, μοῦ H1 25 ἡμῖν Η ἐκόσμησεν C)

v.6.p.185
καὶ διαιωνίους ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἰδίων προσόδων ἀπαρχὴν τῷ ὑψίστῳ θεῷ, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται καὶ εἰς ἅπαν ἐπιτελεσθήσονται, μήνυμα τρόπων ὄντως αὐτοκρατορικῶν.

οὐ μὴν ἀλλὰ κἀν ταῖς μηνιαίοις τῆς πατρίδος διανομαῖς, ἀργύριον ἢ σῖτον ἐν μέρει παντὸς τοῦ δήμου λαμβάνοντος, οὐδέποτε τοὺς Ἰουδαίους ἠλάττωσε τῆς χάριτος, ἀλλ’ εἰ καὶ συνέβη τῆς ἱερᾶς ἑβδόμης ἐνεστώσης γενέσθαι τὴν διανομήν, ὅτε οὔτε λαμβάνειν οὔτε διδόναι ἢ συνόλως τι πράττειν τῶν κατὰ βίον καὶ μάλιστα τὸν ποριστὴν ἐφεῖται, προσετέτακτο τοῖς διανέμουσι ταμιεύειν τοῖς Ἰουδαίοις εἰς τὴν ὑστεραίαν τὴν κοινὴν φιλανθρωπίαν.

Τοιγαροῦν οἱ πανταχοῦ πάντες, εἰ καὶ φύσει διέκειντο πρὸς Ἰουδαίους οὐκ εὐμενῶς, εὐλαβῶς εἶχον ἐπὶ καθαιρέσει τινὸς τῶν Ἰουδαϊκῶν νομίμων προσάψασθαι· καὶ ἐπὶ Τιβερίου μέντοι τὸν αὐτὸν τρόπον, καίτοι τῶν ἐν Ἰταλίᾳ παρακινηθέντων, ἡνίκα Σηιανὸς ἐσκευώρει τὴν ἐπίθεσιν.

ἔγνω γάρ, εὐθέως ἔγνω μετὰ τὴν ἐκείνου τελευτήν, ὅτι τὰ κατηγορηθέντα τῶν ᾠκηκότων τὴν Ῥώμην Ἰουδαίων ψευδεῖς ἦσαν διαβολαί, πλάσματα Σηιανοῦ τὸ ἔθνος ἀναρπάσαι θέλοντος, ὅπερ ἢ μόνον ἢ μάλιστα ᾔδει βουλαῖς ἀνοσίοις καὶ πράξεσιν ἀντιβησόμενον ὑπὲρ τοῦ παρασπονδηθῆναι κινδυνεύσαντος αὐτοκράτορος.