Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει.
τί δὲ δεῖ κηρυκείου τῷ μηδὲν εἰρηναῖόν ποτε μήτε εἰπόντι μήτε δράσαντι, πᾶσαν δὲ οἰκίαν καὶ πόλιν ἐμφυλίων ἀναπλήσαντι πολέμων κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον; ἀποθέσθω δὴ τὸν Ἑρμῆν, ἀφοσιωσάμενος τὴν ἀνοίκειον κλῆσιν, ὁ ψευδώνυμος.
τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ καὶ σκότος καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα.
μεταθέτω καὶ τὰ ἐν ἑκατέρᾳ χειρὶ καὶ μὴ κιβδηλευέτω τὴν τάξιν. τὰ μὲν βέλη καὶ τόξα τῇ δεξιᾷ προφερέτω· βάλλειν γὰρ καὶ τοξεύειν εὐσκόπως οἶδεν ἄνδρας, γυναῖκας, συγγενείας ὅλας, εὐανδρούσας πόλεις, ἐπ’ ὀλέθρῳ παντελεῖ.
τὰς δὲ Χάριτας ἢ ῥιψάτω θᾶττον ἢ τῇ εὐωνύμῳ συσκιαζέτω· τὸ γὰρ κάλλος ᾔσχυνεν αὐτῶν, προσοφθαλμιῶν καὶ προσκεχηνὼς ταῖς μεγάλαις οὐσίαις εἰς ἁρπαγὰς ἀδίκους, αἷς ἐπικατεσφάττοντο οἱ δεσπόται τῆς εὐτυχίας ἕνεκα κακοδαιμονοῦντες.
ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος [*](1 φθάνοντας CGOM: φθάνοντα AH (v) εὐαγγελίζασθαι M πάμφημα (sic) G μέλλοντας CGOM: μέλλοντα AH (v) 2 ἐπιτρέπει M κηρύκιον C 3 γάρ om. Α 3. 4 λαμβάνουσιν C 4 δ’ A 5 ἀτελευτήτους] ἀπείρους M 7 βονδρομεῖται C, εἰ corr. in ἡ M, βοηδρομῆσαι L 8 τί add. Η2 ἐπεσπευσμένης COML: ἐπεσπευασμένης G, ἐπεσπευμένης H (v), εὐπευσμένης (sic) Α μένων] διαμένων vel βρύων vel μὲν οὑν coni. Matthaei 9 ἀενάων CG: ἀεννάων ceteri (v) πάντα A 10 δεῖ κηρυκείου Ο: κηρύκειον ceteri (v) μηδὲ Η om. AH μήτ’ Α, om. Η 12 τε Α (Mang.): γε ceteri (Turn.) ἑλλέδα M ἀποθέσθαι 0, L (sed corr.) 14 ἀκτινωτὸν] ἀκτιακὸν CGO πῶς GOM 15 ἐκεῖνο A 16 καὶ σκότος add. Matthaei (cf. 178, 2): om. codd. (v) σκότους] νυκτὸς com. Mang. 17 περιαυγίας G, περιεργίας M 18 δ’ A φησιν A ἐσχατιὰς M; ἐσχατίας Mang., qui in append. ἐσχατιᾶς vel ἐσχατιῶν coni. 19 μεταθέτω] τὸ δὲ τόξον μετατεθέτω (sic) Α: μετατιθέτω coni. Mang. 19—21 τὰ ἐν — τῇ δεξιᾶ om. A 21 καὶ om. Α 23 θάττον] κάτω A (mavult Mang.) 24 προσοφθαλμιῶν MA (Mang.): πρὸ ὀφθαλμῶν C,. προσοφθαλμῶν H1, πρὸς ὀφθαλμῶν GOH2L; προφθαλμῶν Turn. 25 ἐπικατεσφάτοντο M, ἐπικατασφάττονται Α)
ὁ δὲ ἔμπαλιν νόσους μὲν τοῖς ὑγιαίνουσι, πηρώσεις δὲ τοῖς ὁλοκλήροις, καὶ συνόλως θανάτους τοῖς ζῶσι χειροποιήτους πρὸ τοῦ μοιριδίου χαλεποὺς ἐπέφερε, πάντα τὰ φθοροποιὰ χορηγίαις ἀφθόνοις παρεσκευασμένος, οἷς, εἰ μὴ ἔφθασε προαναιρεθεὶς ὑπὸ τῆς δίκης [χρήσασθαι], κἂν τὸ ἐν ἑκάστῃ πόλει δοκιμώτατον ἤδη διέφθαρτο.
πρὸς τοὺς γὰρ ἐν τέλει καὶ πλουσίους εὐτρεπεῖς ἦσαν αἱ παρασκευαί, καὶ μάλιστα τοὺς ἐν Ῥώμῃ καὶ τῇ ἄλλῃ Ἰταλίᾳ, παρ’ οἷς ἄργυρος καὶ χρυσὸς τεθησαύρισται τοσοῦτος, ὥστε, εἰ σύμπας ὁ ἐξ ἁπάσης τῆς ἄλλης οἰκουμένης ἀπὸ περάτων αὐτῶν συνενεχθείη, πολλῷ καταδεέστερος ἂν εὑρεθῆναι. διὰ τοῦτο ἀπὸ τῆς πατρίδος ὥσπερ ἀφ’ ἱερᾶς ἤρχετο τὰ σπέρματα τῆς εἰρήνης ἀπορρίπτειν, ὁὁ μισόπολις, ὁὁ δημοβόρος, ἡ λύμη, τὸ φθοροποιὸν κακόν.
λέγεται μὴ μόνον ἰατρὸς ἀλλὰ καὶ μάντις ἀγαθὸς Ἀπόλλων εἶναι, χρησμοῖς προλέγων τὰ μέλλοντα πρὸς ὠφέλειαν ἀνθρώπων, ἵνα μή τις ἐπισκιασθεὶς αὐτῶν περὶ τὸ ἄδηλον ἀπροοράτως καθάπερ τυφλὸς τοῖς ἀβουλήτοις ὡς λυσιτελεστάτοις ἐπιτρέχων ἐπεμπίπτῃ, προμαθὼν δὲ τὸ μέλλον ὡς ἤδη παρὸν καὶ βλέπων αὐτὸ τῇ διανοίᾳ οὐχ ἧττον ἢ τὰ ἐν χερσὶν ὀφθαλμοῖς σώματος φυλάττηται, προνοούμενος τοῦ μηδὲν ἀνήκεστον παθεῖν.
ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται.
πάντα γε μὴν ἐλπίσειεν ἄν τις μᾶλλον ἢ τοιοῦτον σῶμα καὶ ψυχήν, ἄμφω μαλακὰ καὶ κατεαγότα, τῇ περὶ ἑκάτερον Ἄρεως ἀλκῇ δυνηθῆναί ποτε ἐξομοιωθῆναι· ὁ δὲ [*](1 πῶς GM μετεχάραᾶεν (sic) Η, μετεχάραττεν L 2 ὑγίειαν M ἐγγινομένας ὑφ’ ἑτέρων transp. Α συγγινομένας M 4 ὑγιαίνουσιν L 5 ζῶσιν L 6 χαλεπῶς AH (Mang.) 7 ἄν ante ἔφθασε add. Α ἔφθασε μὴ transpouendum vid. Mang. ἡ ante χρήσασθαι add. Α 8 χρήσασθαι seclusit Cohn κὰν] πᾶν Mang. γὰρ τοὺς transp. A 10 τοὺς ἐν ante τῇ add. M (Mang.) τεθησαύριστο Α (mavult Mang.) 11 ὥστ’ A οἰκομένης M 12 αὐτῶν om. H συνενεγχθείη M καταδεέστερον Η vel καταδεέστερον vel εὑρεθείη coni. Mang. 13 ἱεροῦ Α 14 ἀπορρίπτων coni. Mang. δημοβόρος] δημάδης H1, δημώδης H2, δημόδης L: δημοκόπος Turn. (in append.) 17 ἐπισκιασθεὶς] ἐπικλασθεὶς A αὐτῶν scripsi: τῶν codd. (om. v) 18 ἐπεμπίπτει GO 20 ὀφθαλμοὶ A 21 ᾶρ᾿ ἀνατιθέναι A 22 προυμηνύοντο Α τοῖς] τῆς M 22. 23 πανταχοῦ CGO: ἀπανταχοῦ ceteri; πανταχοῦ δοκιμωτάτοις coni. Cohn coll. § 144 23 τῷ] τὸ corr. in τῶ O 24 εἰς ante οἰκεῖον add. A οἰκεῖον] ὅμοιον coni. Mang. 26 γε om. M ἐλπίσει L 27 μᾶλλον supplevit Turn. (v): om. codd. 28 ἄρεος GMH)
φέρε δ’ οὖν, μηδὲν τῶν περὶ σῶμα καὶ ψυχὴν ἐξεταζέσθω διὰ τὴν ἐν πάσαις σχέσεσι καὶ κινήσεσιν ἀλλοτριότητα πρὸς τὸν εἰρημένον δαίμονα· τὴν Ἄρεως οὖν, οὐχὶ τοῦ μεμυθευμένου, τοῦ δὲ ἐν τῇ φύσει λόγου, ὃν ἀνδρεία κεκλήρωται, δύναμιν οὐκ ἴσμεν ἀλεξίκακον οὖσαν καὶ βοηθὸν καὶ παραστάτιν ἀδικουμένων, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα;
παρὰ γὰρ τὸ ἀρήγειν, ὅπερ βοηθεῖν ἐστι, κατὰ γλῶτταν Ἄρης ὠνομάσθαι μοι δοκεῖ, καθαιρετικὸς πολέμων, δημιουργὸς εἰρήνης, ἧς ἐχθρὸς μὲν ἦν ἕτερος, ἑταῖρος δὲ πολέμων, τὴν εὐστάθειαν εἰς ταραχὰς καὶ στάσεις μεθαρμοζόμενος.
Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα.
μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου θεόν.
οἱ μὲν γὰρ ἄλλοι πάντες, ἄνδρες, γυναῖκες, πόλεις, ἔθνη, χῶραι, κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας παραχαράττοντες.
ἓν δὲ μόνον ἔθνος ἐξαίρετον τῶν Ἰουδαίων ὕποπτον ἦν ἀντιπράξειν, εἰωθὸς ἑκουσίους ἀναδέχεσθαι θανάτους ὥσπερ ἀθανασίαν, ὑπὲρ τοῦ μηδὲν τῶν πατρίων περιιδεῖν ἀναιρούμενον, εἰ καὶ βραχύτατον εἴη, [*](1 ἐναλάττων Η 2 δ’ om. L (v) 3 ἐξεταζέσθω Mang.: ἐξετάζεσθαι codd.; ἐξετάζεται Turn. δι (sic) C ἀλλοτριώτητα Η 4 τὴν Turn. (v): τῆς CGOH, ι τῆ M, τοῦ A ἄρεος GMH1 (corr. Η2) L 5 δ’ Α ἀνδρία M (v), ἀνδρεία οὐκ om. C 6 παραστάτην MH 7 γὰρ om. A 8 ὠνόμασταί G; προσωνομάσθαι coni. Mang. 9 ἕτερος ἑταῖρος Mang: ἕτερος om. MAH, ἑταῖρος om. CGOL; ἕτερος ἕτερος Turn. δὲ om. CGO 10 στάσεις] τάξεις M 11 ἀρά GA: ἄρα ceteri ἐκ om. Turn. ἀλλ’ om. A 12 οὐδ’ A 13 τυφλὸς Turn. δ’ Α ἡ om. C 14 μάλιστα MGO καινοδοξίαν M 15 εὐτυχεῖς Mang.: ἀτυχεῖς codd. (v) 16 alt. μόνους] μόνα Α προειρημένους GL, ει corr. in η OH2 17 δεδιγμένους (sic) M 20 γὰρ om. A καὶ ante γυναῖκες add. A πόλεις om. AH 21 κλήματα G φάναι om. M 22 γενομένοις H 23 ἔθνος A εὐγενὲς Mang. (Dahl): συγγενές codd. (v) 25 ἔθος M ἐξαίρετον τῶν (τὸ Ο) ἰουδαίων (Turn.): τῶν ἰουδαίων ἐξαίρετον M, τὸ τῶν ἰουδαίων ἐξαίρετον Α, τὸ ἰουδαίων ἐξαίρετον τῶν] τὸ τῶν Mang. 26 ἀντιπράττειν H εἰωθὼς Μ 27 εἰ—εἴη om. A)
μικρὸν δὲ οὐκ ἦν τὸ κινούμενον, ἀλλὰ τὸ μέγιστον τῶν ὄντων, ἀνθρώπου γενητὴν καὶ φθαρτὴν φύσιν εἰς ἀγένητον καὶ ἄφθαρτον ὅσα τῷ δοκεῖν θεοπλαστῆσαι, ὅπερ ἀσεβημάτων ἔκρινεν εἶναι χαλεπώτατον — θᾶττον γὰρ ἂν εἰς ἄνθρωπον θεὸν ἢ εἰς θεὸν ἄνθρωπον μεταβαλεῖν —, δίχα τοῦ καὶ τὰς ἄλλας τὰς ἀνωτάτω κακίας ἀναδέξασθαι, ἀπιστίαν ὁμοῦ καὶ ἀχαριστίαν πρὸς τὸν τοῦ κόσμου παντὸς εὐεργέτην, ὃς τῇ αὑτοῦ δυνάμει τοῖς μέρεσι πᾶσι τοῦ παντὸς ἀφθόνους περιουσίας ἀγαθῶν ἐκδίδωσιν.
Μέγιστος οὖν καὶ ἀκήρυκτος πόλεμος ἐπὶ τῷ ἔθνει συνεκροτεῖτο. τί γὰρ ἂν εἴη δούλῳ βαρύτερον κακὸν ἢ δεσπότης ἐχθρός; δοῦλοι δὲ αὐτοκράτορος οἱ ὑπήκοοι, καὶ εἰ μηδενὸς ἑτέρου τῶν προτέρων διὰ τὸ σὺν ἐπιεικείᾳ καὶ μετὰ νόμων ἄρχειν, ἀλλά τοι Γαΐου πᾶσαν ἐκτετμημένου τῆς ψυχῆς ἡμερότητα καὶ παρανομίαν ἐζηλωκότος — νόμον γὰρ ἡγούμενος ἑαυτὸν τοὺς τῶν ἑκασταχοῦ νομοθετῶν ὡς κενὰς ῥήσεις ἔλυεν —· ἡμεῖς δὲ οὐ μόνον ἐν δούλοις ἀλλὰ καὶ δούλων τοῖς ἀτιμοτάτοις ἐγραφόμεθα τοῦ ἄρχοντος τρέποντος εἰς δεσπότην.
ὅπερ συναισθόμενος ὁ Ἀλεξανδρέων μιγὰς καὶ πεφορημένος ὄχλος ἐπέθετο ἡμῖν, καιρὸν ἐπιτηδειότατον παραπεπτωκέναι ὑπολαβών, καὶ τὸ τυφόμενον ἐκ μακρῶν χρόνων μῖσος ἀνέφηνε πάντα κυκῶν καὶ συνταράττων.