In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
εὐθὺς γὰρ συναρπασθέντες ὑπὸ τῶν τὴν ὀχλοκρατίαν ἐπιτειχισάντων δολοφονοῦνται καὶ συρόμενοι καὶ πατούμενοι διὰ τῆς πόλεως ἁπάσης ἐξαναλώθησαν, οὐδενὸς ὑπολειφθέντος μέρους, ὃ δυνήσεται κοινωνῆσαι ταφῆς.
μυρίους μέντοι καὶ ἄλλους πολυτρόποις κακῶν ἰδέαις ἐπιτετηδευμέναις εἰς χαλεπὴν ὠμότητα κατειργάσαντο καὶ διέφθειραν οἱ λελυττηκότες ὑπ’ ἀγριότητος | εἰς θηρίων φύσιν· τοὺς γὰρ ὅπῃ τύχοι [*](p. 527 M.) φανέντας τῶν Ἰουδαίων ἢ κατέλευον ἢ ξύλοις κατέκοπτον οὐκ εὐθὺς ἐπὶ τὰ καιριώτατα μέρη τὰς πληγὰς φέροντες, ἵνα μὴ θᾶττον τελευτήσαντες θᾶττον καὶ τὴν τῶν ὀδυνηρῶν ἀντίληψιν ἀπόθωνται.
τῇ δὲ τῶν συμφορῶν ἀδείᾳ καὶ ἐκεχειρίᾳ τινὲς ἐπινεανιευόμενοι, τῶν ἀμβλυτέρων ὅπλων ἀλογήσαντες, ἀνελάμβανον τὰ πάντων ἀνυσιμώτατα, πῦρ καὶ σίδηρον, καὶ πολλοὺς μὲν ξίφεσιν ἀνεῖλον, οὐκ ὀλίγους δὲ πυρὶ διέφθειραν.
ἤδη δὲ καὶ γενεὰς ὅλας, ἄνδρας μετὰ γυναικῶν, τέκνα νήπια μετὰ γονέων, ἐνέπρησαν οἱ πάντων ἀνηλεέστατοι κατὰ μέσην τὴν πόλιν, μὴ γῆρας, μὴ νεότητα, μὴ παίδων ἄκακον ἡλικίαν οἰκτισάμενοι· καὶ ὁπότε ξύλων ὕλης ἀπορήσειαν, φρύγανα συλλέγοντες καπνῷ τὸ πλέον ἢ πυρὶ διέφθειρον, οἰκτρότερον καὶ ἐπιμηκέστερον ὄλεθρον τοῖς δειλαίοις τεχνάζοντες, ὧν τὰ σώματα ἡμίφλεκτα ἀναμὶξ ἔκειτο, χαλεπὴ καὶ ὀδυνηροτάτη θέα.