In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τῆς δ’ ἁρπαγῆς ἡ ἀπραξία κακὸν ἦν βαρύτερον, τὰς μὲν ἐνθήκας ἀπολωλεκότων τῶν ποριστῶν, μηδενὸς δὲ ἐωμένου, μὴ γεωργοῦ, μὴ ναυκλήρου, μὴ ἐμπόρου, μὴ τεχνίτου, τὰ συνήθη πραγματεύεσθαι, ὡς διχόθεν κατεσκευάσθαι πενίαν, ἔκ τε τῆς ἁρπαγῆς, ἐξουσίων μιᾷ ἡμέρᾳ [*](2 om. A ὁμοφροσύνη M 3 τῶν A (mavult Mang.): τὸν ceteri: τοῦ v νόμων MA (mavult Mang.): νόμον GH; νόμου v 4 ὑπολειπομένω A ἵν᾿] ἣν M 6 ἐφορμεῖ Η1, corr. Η2 7 ὑπομένωμεν GAH2: ὑπομένομεν MH1 ἐνειλημμένοι G, ἐνειλημμένοι H 9 ἡμᾶς καὶ ἐπήλυδας transp. Α λόγον Η μεταδιδοὺς Α 12 προτέροις] ἑτέροις Α ἐφεὶς H, pr. ἑ εχ ἁ M: ἀφεὶς A, ἐφ’ ἧς G 13 πράττουσιν H (v) 14 τῶν πρώτων στοιχείων om. M 14. ’) ἐγγραμμάτου] γραμμάτων Α 15 δύο Turn. (v): ἐν δυσὶν codd. 17 τεττάρων v ἐξώκησαν G 18 ἐξεχέοντο] ἐξέρχοντο L; ἐξήρχοντο Turn. 19 αἰγινηλοὺς M κοπρίας] ἐρημίας coni. Mang. στερόμενοι Cohn (cf. 134,8. 142, 24): στερούμενοι codd. (v) 20 ἐρήμους οἰκίας transp. Η (v) 21 διενενέμηντο Α δὲ om. G, δὴ coni. Mang. 22 συγκελεισμένα (sic) M δρυσίλλη G 24 χρώμενοι Α 26 δὲ ἐωμένου Turn. (v): δὲ ὠνουμένου codd. 27 τεχνητοῦ 28 κατασκευάσαι A, κατεσκευάσται Η ἐξουσίων] τῶν οὐσιῶν Α)
Καὶ ταῦτα μὲν εἰ καὶ ἀφόρητα, ἀλλ’ οὖν τοῖς αὖθις πεπραγμένοις συγκρινόμενα οἰστά. πενία γὰρ χαλεπὸν μέν, καὶ μάλισθ’ ὅταν κατασκευάζηται πρὸς ἐχθρῶν, ἔλαττον δὲ τῆς εἰς τὰ σώματα ὕβρεως, κἂν ᾖ βραχυτάτη.
τοὺς δ’ ἡμετέρους διὰ τὰς ὑπερβολὰς ὧν ἔπαθον οὐδ’ ἂν εἴποι τις ὕβριν ἢ αἰκίαν ἐνδεδέχθαι κυρίοις χρώμενος τοῖς ὀνόμασιν, ἀλλά μοι δοκεῖ προσρήσεων οἰκείων ἂν ἀπορῆσαι διὰ μέγεθος κεκαινουργημένης ὠμότητος, ὡς τὰ τῶν πολέμῳ μὲν κρατησάντων, ἐκ φύσεως δ’ ἀσπόνδων εἰς τοὺς ἑαλωκότας, συγκρινόμενα τοῖς τούτων ἡμερώτατα ἂν εἶναι δόξαι.
χρήματα ἁρπάζουσιν ἐκεῖνοι καὶ πλῆθος αἰχμαλώτων σωμάτων, ἀλλὰ κινδυνεύσαντες, εἴπερ ἡττήθησαν, ἀποβαλεῖν τὰ οἰκεῖα. οὐ μὴν ἀλλὰ καὶ μυρίους, ὧν λύτρα κατατιθέασι συγγενεῖς ἢ φίλοι, μεθίενται τῶν δορυαλώτων, ἴσως μὲν ἀκαμπεῖς ὄντες πρὸς ἔλεον, ἡττώμενοι δὲ φιλαργυρίας. ἀλλὰ τί τοῦτο; φαίη τις ἄν· τοῖς γὰρ εὖ πάσχουσιν ἀδιαφορεῖ τῆς σωτηρίας ὁ τρόπος.