In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν.

ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων. οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον; αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους. οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;

πέντε μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου φωνῆς· τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους ἐν ταύταις κατοικεῖν· οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες. τί οὖν ἐποίησαν; ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.

οἱ δὲ ἐξεχέοντο διὰ τὸ πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν ἰδίων. ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.