In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

„λελήθατε ἑαυτοὺς οὐ προστιθέντες τοῖς κυρίοις τιμήν, ἀλλ’ ἀφαιρούμενοι, οὐκ εἰδότες ὡς τοῖς πανταχόθι τῆς οἰκουμένης Ἰουδαίοις ὁρμητήρια τῆς εἰς τὸν Σεβαστὸν οἶκον ὁσιότητός εἰσιν αἱ προσευχαὶ ἐπιδήλως, ὧν ἡμῖν ἀναιρεθεισῶν τίς ἕτερος ἀπολείπεται τόπος ἢ τρόπος τιμῆς;

εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν ὀλιγωροῦμεν, τῆς ἀνωτάτω τιμωρίας δίκαιοι τυγχάνειν ἐσμὲν μὴ παρέχοντες ἀρτίους καὶ πλήρεις τὰς ἀμοιβάς. εἰ δ’ οὐκ ἐξὸν τοῖς ἰδίοις ὑποστέλλομεν νομίμοις, ἃ καὶ τῷ Σεβαστῷ φίλον βεβαιοῦν, τί μικρὸν ἢ μέγα πλημμελοῦμεν οὐκ οἶδα· πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ’ ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.“

ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν. ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον; ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων; εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο;

τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι. οὐ γάρ ἐστιν, [*](1 οὐ πατρίδας coni. Mang. (probat Ernesti) 2 καὶ om. MA ἀποικίας Α 4 ἐπηρεάσωσι G 5 οἵδ’ G G ἡσυχάσειν G παρά] περὶ M 7 ἐθνῶν G 9 τὸν εὐεργέτην Α (mavult Mang.) 10 ἄν om. Α προβόλους G 11 καὶ om. Α εἶπον] εἴποιμ’ coni. Mang. ἂν om. Α 12 προτιθέντες Α οὐκ εἰδότες ὡς M: om. ceteri (v) τοῖς] τοὺς Α 13 πανταχόθεν ΑΗ (v) τῆς οἰκουμένης om. Α ἰουδαίους A 15 τρόπος] τόπος (sic) G ἐφιέντων Wendl.: ἀφιέντων MGH (v), ἀφεθέντων Α (mavult Mang.) ; ἀφιέντες coni. Cohn 17 ἀμειβὰς M οὐκ] ὅτε vel ὡς coni. Mang. ἐξόν seclusit Dahl ἰδίοις] ἰουδαίοις M 18 ὑποστελλόμενοι Α 19 πλημμελοῦμεν] πληροῦμεν M τὸ] τῶ Η 20. 21 φυλαξάμενος G 21 ἄρξωνται] αὔξωται coni. Mang. 25 μέρη om. Α 26 τὴν μὲν οὑν codd. : τιμὴν Turn. φιλαπεχθημένων M καὶ om. L (Turn.) 27 ὁρμὴν ἔφημεν (sic) Α (ante καὶ transp. Mang.): om. ceteri (Turn.) οὐ δόξουσιν] οἶδε δόξουσι μὴ Α: οὐ δόξουσι μὴ coni. Cohn)

v.6.p.130
ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.