In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
πάντων δ’, ὡς εἰκός, ἀγανακτούντων καὶ τῆς πόλεως χαλεπῶς φερούσης ἐπὶ τῷ τὴν ἐνίων ἀγνωμοσύνην προσαναμάττεσθαι τοὔνομ’ αὐτῆς, ἔδοξε τὸ καθαρώτατον τοῦ δήμου μεταπεμψαμένῳ τῇ ὑστεραίᾳ παραγαγεῖν τοὺς τὸν μισθὸν ἐπινείμαντας, ἵνα καὶ τὸν Ἰσίδωρον ἀπελέγξῃ καὶ ἀπολογήσηται περὶ τῆς αὑτοῦ πολιτείας ὡς ἀδίκως διαβληθείς. αἰσθόμενοι δὲ τῆς παραγγελίας οὐχ οἱ ἐν τέλει μόνον ἧκον, ἀλλὰ καὶ ἡ σύμπασα πόλις, ἔξω τοῦ μέλλοντος ἀπελέγχεσθαι μέρους ἐπὶ τῷ μεμισθοδοτῆσθαι.
καὶ οἱ μὲν ὑπηρετήσαντες τὴν καλὴν ταύτην ὑπηρεσίαν ἀναβιβασθέντες, ἵνα μετέωροι καὶ ἐμφανεῖς εἶεν καὶ γνωρίζοιντο πρὸς ἁπάντων, ἤλεγχον τὸν Ἰσίδωρον ὡς αἴτιον τῶν θορύβων καὶ τῶν βλασφημιῶν τῶν εἰς Φλάκκον γενομένων, οὐκ ὀλίγῳ πλήθει παρασχόντα καὶ ἀργύριον καὶ οἶνον δι’ αὐτόν.
„ἐπεὶ πόθεν“ ἔφασκον „ἡμῖν ἀφθονία τοσαύτη; πένητές ἐσμεν καὶ μόλις τοὐφήμερον εἰς αὐτὰ τὰ ἀναγκαῖα πορίζειν δυνάμεθα. τί δὲ καὶ δεινὸν ἐπεπόνθειμεν ὑπὸ τοῦ ἡγεμόνος, ὡς βιασθῆναι μνησικακεῖν; ἀλλ’ ὁ πάντων αἴτιος καὶ δημιουργὸς ἐκεῖνος, ἀεὶ τοῖς εὖ πράττουσι βασκαίνων καὶ εὐνόμῳ καταστάσει πολέμιος.“
ἃ γνωρίζοντες οἱ παρατυγχάνοντες — τύποι γάρ τινες ἦσαν ἀρίδηλοι καὶ χαρακτῆρες τὰ λεγόμενα τῆς τοῦ κατηγορουμένου προαιρέσεως — ἀνεβόων, οἱ μὲν ἀτιμοῦν, οἱ δὲ φυγαδεύειν, οἱ δ’ αἴρειν· πλείους δ’ ἦσαν οὗτοι· πρὸς οὓς καὶ οἱ ἄλλοι μετεβάλλοντο, ὡς ἅπαντας ὁμοθυμαδὸν μιᾷ φωνῇ κεκραγέναι, κτείνειν τὸν κοινὸν λυμεῶνα, τὸν ἀφ’ οὗ παρῆλθε καὶ διέκυψεν ἐπὶ τὰ κοινά, [*](1 βουλομένοις M 3 τὸ ἀληθές Μ 5 ὡς ἂν om. Α 6 τοῦ τόπου L (Turn.) 7 φερούσης] ἐχούσης M 7. 8 ἐπὶ τῶ τὴν MA: ἐπὶ τῶν τὴν G, ἐπὶ τὴν τῶν H, ἔτι τὴν τῶν Vat. 382 (v) ; ἔτι τῆς τῶν coni. Mang. 8 ἀγνωμνοσύνην (sic) M; ἀγνωμοσύνης coni. Mang. τοὔνομα L (v) αὐτῇ coni. Mang. 8. 9 καθαραρώτατον (sic) M, καθαρὸν Α 9 μεταπεμψαμένῳ Matthaei: μεταπεμψάμενον codd. (v) 10 ἱσίδωρον Η ἀπελέγξῃ] ἀπαλλάξῃ Α 11 αὑτοῦ H2L: αὐτοῦ MGH1, ἑαυτοῦ Α 12 οἲ Α ἐν τέλει om. Α, ss. H ἡ σύμπασα G: ἡ σύμπασα ἡ (sic) M, σύμπασα ἡ AH (v) 13 ἐλέγχεσθαι Α μεμισθαδοτῆσθαι M, μεμισθοδοτεῖσθαι G 15 καὶ ἐμφανεῖς A (Mang.): κἄν ἀφανεῖς ceteri (Turn.) ἁπάντων corr. ex ἀπαντώντων H2 17 γενομένων G: γενόμενον MH (Turn.), γεγενημένων Α (Dahl) ; γεγενημένον Mang. οἶνον καὶ ἀργύριον transp. M 17. 18 δι’ αὐτόν redundare putat Dahl αὐτὸν MAH (v): αὐτῶν G (coni. Mang.) 19 τοῦ φήμερον M, τὸ·ὑφήμερον G τἀναγκαῖα H (v) 20 μνησικακεῖν βιασθῆναι transp M μνησίκακον Turn. 21 πράττουσιν L 23 τοῦ om. M 24 κατηγορουμένου κατηγορημένου AH (v) 25 δὲ — δὲ L καὶ om. L (Turn.))
καὶ ὁ μὲν ἕνεκα τοῦ συνειδότος ἀπεδίδρασκε σύλληψιν εὐλαβηθείς· ὁ δὲ Φλάκκος οὐδὲν ἐπ’ αὐτῷ περιειργάζετο, νομίσας ἐκποδὼν ἑκουσίῳ γνώμῃ γεγονότος ἀστασίαστα καὶ ἀνερίθευτα τὰ κατὰ τὴν πόλιν ἔσεσθαι.
Ταῦτ’ ἐμήκυνα, οὐχ ὑπὲρ τοῦ παλαιῶν ἀπομνημονεύειν ἀδικημάτων, ἀλλὰ τεθαυμακὼς τὴν ἔφορον τῶν ἀνθρωπείων δίκην, ὅτι οἱ ἐξ ἀρχῆς γενόμενοι δυσμενεῖς αὐτῷ καὶ οἷς ἐκ πάντων ἀπηχθάνετο καὶ ἐκληρώσαντο τὴν ἐπ’ αὐτῷ κατηγορίαν εἰς ἀνίας ὑπερβολήν· οὐ γὰρ οὕτως ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι ὡς τὸ πρὸς ὁμολογουμένων ἐχθρῶν.
ὁ δ’ οὐ κατηγορήθη μόνον, ἄρχων πρὸς ὑπηκόων καὶ ὑπὸ δυσμενῶν ἀεὶ γενομένων ὁ πρὸ μικροῦ κύριος ὢν τῆς ἑκατέρου ζωῆς, ἀλλὰ καὶ ἀνὰ κράτος ἡλίσκετο, διπλοῦν ἐκδεχόμενος κακόν, τὸ μεθ’ ἥττης γελᾶσθαι πρὸς ἐχθρῶν ἐφηδομένων, ὃ καὶ θανάτου χεῖρόν ἐστι τοῖς εὖ φρονοῦσιν.
εἶτά τις εὐφορία γίνεται κακοπραγιῶν αὐτῷ· τῆς τε γὰρ οὐσίας ἁπάσης εὐθὺς ἐξίσταται, ἥν τε παρὰ γονέων ἐκληρονόμησε καὶ ἣν αὐτὸς ἐκτήσατο, φιλόκοσμος ἐν τοῖς μάλιστα γεγονώς. οὐ γὰρ ὡς ἐνίων πολυχρημάτων ὁ πλοῦτος ἀργὸς ἦν ὕλη, πάντα δ’ ἐξητασμένα πρὸς τὸ περίεργον, ἐκπώματα, ἐσθῆτες, στρωμναί, ἔπιπλα, τἄλλα ὅσα οἰκίας κόσμος, ἔκλογα πάντα·
καὶ πρὸς τούτοις ἡ οἰκετικὴ θεραπεία, ἀριστίνδην ἐπικριθεῖσα κατά τε τὰς τῶν σωμάτων εὐμορφίας ὁμοῦ καὶ εὐεξίας καὶ κατὰ τὸ ἄπταιστον ἐν τῷ χρειώδει τῶν ὑπηρεσιῶν· ἐφ’ ὧν γὰρ ἦσαν ἕκαστοι τεταγμένοι, διέφερον, ὡς ἢ πρῶτοι νομίζεσθαι τῶν τὰ αὐτὰ ἐπιτηδευόντων ἢ μηδενὸς δεύτεροι τὸ παράπαν.
ἐναργὴς δὲ πίστις τὸ μυρίων δημοπράτων γενομένων οὐσιῶν, αἳ τῶν κατακρίτων ἦσαν, μόνην τὴν τοῦ Φλάκκου ταμιευθῆναι τῷ αὐτοκράτορι, δίχα τινῶν ὀλίγων, ὑπὲρ τοῦ μὴ παραβιβασθῆναι τὸν ἐπὶ τοῖς οὕτως ἑαλωκόσι τεθέντα νόμον.
μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου [*](1. 2 ἕνεκα τοῦ συνειδότος ἀπεδίδρασκε MGH (ἀπεδίδρασκεν Turn.): ἀπεδίδρασκεν ἔξω συνειδότος τὴν Α; ἕνεκα τοῦ σ. ἀπεδίδρασκεν ἔξω τὴν Mang. 3 ἐκποδὼν corr. ex ἐκποτῶν H2 γεγονότα Α 4 ἀνερίθευτα codd. (prob. Mang.): ἀνέριστα v 5 ταῦτα L (v) 6 ἀνεῖABBREVων M 7 μάλιστα post ἀπηχθάνετο add. Mang. 8 οὗτοι ante καὶ add. A (Mang.) 9 ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι M: ἐστὶ τὸ ἐγκαλεῖσθαι χαλεπὸν GA, τὸ ἐ. ἐστι χαλεπὸν H (v) 10 ὑπὸ om. Α αἰεὶ G 11 γινομένων Α ἑκατέρου MG: ἑκάστου AH (v) 13 φρονοῦσι M 15 ἐξίσταται GH: ἐξίστατο MA verba ἤν τε παρὰ γονέων usque ad οὐχ ὥσ(περ) (152, 18) desunt in G ἐκληρονόμησεν H 17 ὕλη om. Α ἐξητασμένα] ἠσκημένα vel ἐξησκημένα coni. Mang. 17. 18 ἐκπABBREVώματα τ eras.) H 18 τἆλλ᾿ A κόσμου L (Turn.) 19 ἡ om. A οἰκτικὴ A ἀριστίδην L ἐπικριθεῖσα corr. ex ἐπικριθέντων H2 τε] δὲ L 23.24 οὐσιῶν γενομένων transp. A 24 τὴν τοῦ scripsi: τὴν AH (v), τοῦ M 25 τῷ αὐτοκράτορι — παραβιβασθῆναι] κατὰ A παραβιβασθῆναι M παραβασθῆναι Mang.): παραβιασθῆναι H (Turn.) 26 οὕτως om. Α)
εἶτ’ ἐστέλλετο τὴν ἀπὸ Ῥώμης ἄχρι Βρεντεσίου πάλιν ὁδόν, ἣν καὶ πρὸ ὀλίγων ἐτῶν ἐστείλατο, καθ’ ὃν καιρὸν κεχειροτόνητο τῆς Αἰγύπτου καὶ τῆς ὁμόρου Λιβύης ἐπίτροπος, ἵν’ αἱ τότε θεασάμεναι πόλεις αὐτὸν μέγα πνέοντα καὶ τὸν ὄγκον τῆς εὐτυχίας ἐπιδεικνύμενον πάλιν θεάσωνται μεστὸν ἀτιμίας.
ὁ δὲ δακτυλοδεικτούμενος καὶ ὀνειδιζόμενος τῆς ἀθρόας μεταβολῆς πιέζεται βαρυτέραις ἀνίαις, ἀεὶ καινουμένης καὶ ζωπυρουμένης αὐτῷ τῆς συμφορᾶς νεωτέρων κακῶν προσθήκαις, ἃ καθάπερ ἐν ταῖς νόσοις ὑποτροπιάζειν ἀναγκάζει καὶ τὰς τῶν ἀρχαίων κακοπραγιῶν ὑπομνήσεις, αἳ τέως ἔδοξαν ἠμαυρῶσθαι.
Περαιωσάμενος δὲ τὸν Ἰόνιον κόλπον ἔπλει τὴν ἄχρι Κορίνθου θάλατταν, ταῖς παράλοις τῶν ἐν Πελοποννήσῳ πόλεων θέα γινόμενος κατὰ πύστιν τῆς αἰφνιδίου μεταβολῆς· ὁπότε γὰρ ἀποβαίη τῆς νεώς, συνέθεον οἱ μὲν μοχθηροὶ τὰς φύσεις ἐθελοκακοῦντες, οἱ δ’ ἄλλοι συναλγήσοντες, οἷς ἔθος ταῖς ἑτέρων τύχαις σωφρονίζεσθαι.
διελθὼν δ’ ἀπὸ Λεχαίου τὸν Ἰσθμὸν εἰς τὴν ἀντιπέραν θάλατταν καὶ καταβὰς εἰς Κεγχρεάς, τὸ Κορίνθιον ἐπίνειον, ἀναγκάζεται πρὸς τῶν φυλάκων ἀναχώρησιν οὐδ’ ἡντιναοῦν ἐνδιδόντων εὐθὺς ἐπιβὰς βραχείας ὁλκάδος ἀνάγεσθαι καὶ πνεύματος ἐναντίου καταρραγέντος μυρία ταλαιπωρηθεὶς μόλις ἄχρι τοῦ Πειραιῶς κατασύρεται.
λήξαντος δὲ τοῦ χειμῶνος, παραμειψάμενος τὴν Ἀττικὴν ἄχρι τῆς Σουνιάδος ἄκρας τὰς ἑξῆς λοιπὸν ἐπεραιοῦτο νήσους, τὴν Ἑλένην, τὴν Κίαν, τὴν Κύθνον, τὰς ἄλλας ὅσαι [*](1 τό δ’ ἔστι M: τόδ’ ἐστι H, τὸ δέ τι Α 2 ἐμέλλησε Η: ἐμέλησε MA 3 αἰγαίω M: αἰγείῳ Α, αἰγύπτω γυπτ in. ras.) Η γύαρος A διώκεσθαι] διωθεῖσθαι Mang. χρησάμενον Α 4 ἀνθυπηλλάξατο L γυάρων MH: τῶ γυάρω Α ἐγγυτάτω MA: ἐγγύτατα Η (v) 5 Βρεντεσίου MH1: βρεντεσίου Α, βρεντησίου H2L (v) 6 ἐστείλατο α corr. ex ε) Η2 κεχειροτόνητο MA: ἐκειροτόνητο Η; ἐκεχειροτόνητο 7 τόται (sic) M 8 θεάσονται M 9 καὶ ὀνειδιζόμενος om. L (Turn.) 10 πιέζηται A καινουμένης Mang.: κινουμένης codd. (v) 11 νεωτέρων Ε; Mang.: νεωτέρων codd. (v) ὑποτροπιάζειν ἀναγκάζει] ὑποτροπιαζούσαις ἀνάγει coni. Mang. 13 αἲ corr. ex ἃ M ἔδοξαν α corr. ex ε) M 14 ἰόνιον codd.: Ἰώνιον V 14. 15 κορύνθου M 15 πελοποννήσω L: πελοπονήσω MAH γενόμενος A 16 πίστιν corr. ex πύστιν H, πίστιν L (Turn.) 18 δὲ M 19 λεχαίου H: λεχίου MA 20 τὸ codd.: τῶν v Κορίνθιον H1: κορίνθειον MA, κορινθίων H2L (v) 21 ἡντιναοῦν MA: ἡντινοῦν H (v) ἐνδιδόντες M 23 πειραιῶς codd. (Turn.): Πειραιέως Mang. 24 σαωνιάδος Α 25 περαιοῦται Α κίαν MH (cf. Ptol. Geogr. III 15,27): κίον A; Κέων coni. Mang., Κίανον ν Κύθνον Turn. (v): κύνθον M, κύθον Α, κίνθον Η) [*](18 DK fol. 253r ἐκ τῶν κατὰ Φλάκκον: χρήσιμον ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς σωφρονίζεσθαι.)
ἣν πόρρωθεν ἰδὼν ὁ κακοδαίμων δακρύων τινὰ φορὰν ὥσπερ ἀπὸ πηγῆς ἐξέχει κατὰ τῶν παρειῶν καὶ τὰ στέρνα πλήξας, πικρότατα ἀνοιμώξας, "ἄνδρες" εἶπεν, „οἱ φύλακές μου καὶ προπομποί, καλήν γε χώραν Ἄνδρον, οὐκ εὐτυχῆ νῆσον, τῆς εὐδαίμονος Ἰταλίας ἀνθυπαλλάττομαι, Φλάκκος, ὁ γεννηθεὶς μὲν καὶ τραφεὶς καὶ παιδευθεὶς ἐν τῇ
ἡγεμονίδι Ῥώμῃ, συμφοιτητὴς δὲ καὶ συμβιωτὴς γενόμενος τῶν θυγατριδῶν τοῦ Σεβαστοῦ, κριθεὶς δὲ τῶν πρώτων φίλων παρὰ Τιβερίῳ Καίσαρι καὶ τὸ μέγιστον αὐτοῦ τῶν κτημάτων, Αἴγυπτον, ἐπὶ ἑξαετίαν ἐπιτραπείς. τίς ἡ τοσαύτη μεταβολή;
νὺξ ἐν ἡμέρᾳ, καθάπερ ἐκλείψεως γενομένης, τὸν ἐμὸν ἐπέσχηκε βίον. τὴν νησίδα ταύτην τί φῶ; πότερον φυγαδευτήριον ἐμὸν ἢ πατρίδα καινήν, ὑπόδρομον καὶ καταφυγὴν ἀτυχῆ; τάφος ἂν εἴη τὸ κυριώτατον αὐτῆς ὄνομα. στέλλομαι γὰρ ὁ κακοδαίμων ἐγὼ τρόπον τινὰ νεκροφορῶν ἐμαυτὸν ὥσπερ εἰς ἠρίον· ἢ γὰρ ταῖς ἀνίαις τὴν ἀθλίαν ζωὴν ἀπορρήξω ἤ, κἂν ἐπιβιῶναι δυνηθῶ, τὸν μακρὸν καὶ σὺν αἰσθήσει θάνατον ἐκδέξομαι.“ καὶ ὁ μὲν τοιαῦτα ἀπωδύρετο.
τῆς δὲ νεὼς τῷ λιμένι προσσχούσης, ἀπέβαινε πᾶς εἰς τοὔδαφος νεύων, ὥσπερ οἱ θλιβόμενοι πρὸς ἄχθους βαρυτάτου, τὸν αὐχένα ταῖς συμφοραῖς πιεζόμενος, οὐδ’ ὅσον ἀνακύψαι σθένων ἢ μὴ τολμῶν διὰ τοὺς συναντῶντας καὶ τοὺς ἐπὶ θέαν ἥκοντας, οἳ παρ’ ἑκάτερα τῆς ὁδοῦ προειστήκεσαν.