In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

οἱ δὲ παραπέμψαντες αὐτὸν ἐπὶ τὸν δῆμον ἀγαγόντες τῶν Ἀνδρίων ἐπεδείξαντο πᾶσι, μάρτυρας ποιούμενοι τῆς εἰς τὴν νῆσον ἀφίξεως τοῦ φυγάδος.

καὶ οἱ μὲν τὴν διακονίαν ἐκπλήσαντες ἀπῄεσαν· τῷ δὲ Φλάκκῳ μηδεμίαν ὄψιν οἰκείαν ἔτι θεωμένῳ τὸ πάθος ἐκαινοῦτο τρανότερον φαντασίαις ἐναργεστέραις· καὶ τὴν ἐν κύκλῳ κατανοοῦντι πολλὴν ἐρημίαν, ἧς μέσος ἀπείληπτο, κουφότερον ἐδόκει κακὸν ἡ ἐν τῇ πατρίδι βίαιος ἀναίρεσις, μᾶλλον δὲ συγκρίσει τῶν παρόντων ἀσπαστὸν ἀγαθόν. οὕτως ἐσφάδᾳζεν, ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν· ἐπήδα πολλάκις ἄνω κάτω διαθέων, τὰς χεῖρας συνεκρότει, τοὺς μηροὺς ἔπαιε, κατέβαλεν εἰς τοὔδαφος ἑαυτόν, ἐξεφώνει πολλάκις·

„ἐγὼ Φλάκκος εἰμί, ὁ πρὸ μικροῦ [*](1 στιχηδὸν coni. Mang. στοιχηδὸν ἑξῆς seclusit Jessen ἐλθεῖν om. Α τὴν] τῆς coni. Mang. (Dahl) 3 πικρότατ’ Α 4 γε] τε M 5 ἀτυχῆ A (coni. Mang.) 12 καινήν Turn. (v): κενήν codd. 13 αὐτῆς om. H (Turn.) 14 εἰς ss. Η 15 τὴν ἀθλίαν ζωὴν MA: τὴν ζωὴν τὴν ἀθλίαν Η (v) 16 ἐκδέχομαι A μὲν τοιαῦτ’ A; μέντοι ταῦτα Turn. ἐπωδύρετο A 17 προσσχούσης Dahl: προσχούσης codd. (v) 18 πρό L (Turn.), corr. ex πρός H τῆς συμφορᾶς Α 19 οὐδ’ ὅσον L, in ras. H2 (v): οὐκ ἔχων MA σθένων MH: στένων Α ἢ μὴ A (Mang.): ἢ MH (Turn.) 20 προειστήκεισαν codd. (v) ; παρειστήκεσαν coni. Wendl. 21 τῶν ἀνδρίων ἀγαγόντες transp. A 22 πᾶσιν L ποιούμενος M 24 οἰκείαν ὄψιν transp. M τρανότερον MA: τρανούuενον H2L (v) ; ζωπυρούμενον coni. Mang. 28 μηδὲ Η (Turn.) 30 τὸ ἔδαφος H (v) αὐτόν H (v) πρός Α)

v.6.p.150
τῆς μεγαλοπόλεως ἢ πολυπόλεως Ἀλεξανδρείας ἡγεμών, ὁ τῆς εὐδαιμονεστάτης χώρας ἐπίτροπος Αἰγύπτου, εἰς ὃν ἐπέστρεφον αἱ τοσαῦται μυριάδες τῶν οἰκητόρων, ὁ δυνάμεις πολλὰς πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὅσον δοκιμώτατον ἐν ὑπηκόοις ἔχων, ὁ καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἐξόδοις ὑπὸ μυρίων ὅσων παραπεμπόμενος.

ἀλλὰ μὴ φάσμα ταῦτ’ ἦν, οὐκ ἀλήθεια; καὶ κοιμώμενος ὄναρ εἶδον τὴν τότ’ εὐθυμίαν, εἴδωλα κατὰ κενοῦ βαίνοντα, πλάσματα ψυχῆς ἴσως ἀναγραφούσης τὰ μὴ ὑπάρχοντα ὡς ὄντα; διηπάτημαι·

σκιὰ πραγμάτων ἄρ’ ἦσαν, οὐ πράγματα, μίμησις ἐναργείας, οὐκ ἐνάργεια τρανοῦσα τὸ ψεῦδος. ὡς γὰρ τῶν ἐν τοῖς ὀνείροις φανέντων οὐδὲν περιαναστάντες εὑρίσκομεν, ἀλλ’ οἴχεται πάντα ἀθρόα διαπτάντα, οὕτως καὶ τὰ λαμπρὰ ἐκεῖνα, οἷς ποτε ἐνωμίλησα, ἐσβέσθη βραχυτάτῃ καιροῦ ῥοπῇ.“

Τοιούτοις ἀεὶ κατεπαλαίετο λογισμοῖς καὶ τρόπον τινὰ ἐξετραχηλίζετο· τὰς δὲ τῶν πολλῶν συνόδους ἀποδιδράσκων διὰ τὴν παρακολουθοῦσαν αἰσχύνην οὔτ’ εἰς λιμένα κατῄει οὔτ’ εἰς ἀγορὰν προελθεῖν ὑπέμενεν, ἀλλ’ οἴκοι συγκλεισάμενος ἐφώλευε, μηδὲ τὴν αὔλειον ὑπερβαίνειν θαρρῶν.

ἔστι δ’ ὅτε καὶ περὶ βαθὺν ὄρθρον, ἔτι τῶν ἄλλων ἐν εὐναῖς ὄντων, μηδενὶ φανεὶς τὸ παράπαν ἔξω τείχους προῄει καὶ διημέρευεν ἐπὶ τῆς ἐρημίας, ἐκτρεπόμενος εἴ πού τις ὑπαντήσειν ἔμελλε, καὶ ταῖς ἐναύλοις μνήμαις τῶν κακοπραγιῶν διακναιόμενος καὶ διεσθιόμενος τὴν ψυχήν, ὁ δείλαιος, νυκτὸς εἰσῄει βαθείας, εὐχόμενος διὰ τὰς ἀμέτρους καὶ ἀτελευτήτους ἀδημονίας ἑσπέραν μὲν πρωΐαν γενέσθαι, πεφρικὼς τὸ σκότος καὶ τὰς ἀλλοκότους φαντασίας, ὁπότε τύχοι καταδαρθών, ἅμα δὲ τῇ ἕῳ πάλιν ἑσπέραν· ὁ γὰρ περὶ αὐτὸν ζόφος ἠναντιοῦτο τοῖς φαιδροῖς ἅπασιν.

ὀλίγοις δ’ ὕστερον μησὶ βραχύ τι γῄδιον πριάμενος [*](1. 2 εὐδαιμονεστάτης] ἠγεμονεστάτης Α (praefert Mang.) 3 πολλὰς M (Man g.) om. AH (Turn.) καὶ ἱππικὰς om. M (secludendum vid. Mang.) 4 ἀριθμῶν Α (mavult Mang.) 6 μὴ φάσμα] μήποτε φάντασμα coni. Mang. ὄναρ om. M 7 εὐθυμίαν MA: εὐτυχίαν L (v), ex εὐθυμίαν corr. vid. H2 8 ἀναζωγραφούσης coni. Mang. 9 ἄρ’ AH : ἄρ M πράγματα Ven. 41 (Mang.): πρᾶγμα ceteri (Turn.) μίμησις Α (Mang.): μιμήσεις MH (Turn.) 9. 10 τὸ ψεῦδος] τἀληθές coni. Matthaei 10 οὐδὲν περιαναστάντες H: οὐδένπερ ἀναστάντες MA 11 ἀθρόα om. A διαπτάντα MH2. διὰ πάντων AH1, διπτάντα (sic) L οὕτως Η: οὕτω MA 12 ποτ’ A βραχυτάτη MH2L (Turn.): βραχυτάτου AH1 (Mang.) 14 πολλῶν] πυλῶν Α 15 alt. ἐς H προελθὼν L (Turn.) 16 ἐφώλευε A: ἐφώδευε MH 19 δὲ ante πού add. A ὑπαντιάσειν Α (mavult Mang.) 20 διεσθιόμενος] αἰσθόμενος A 21 ἀμέτρους M: ἀμετρήτους A (Dahl), ἀμετρούσας Η (v) ; ἀμέτρους οὔσας coni. Mang. 22 τὰς ante ἀτελευτήτους add. Η (Turn.) ἑσπέραν Turn. (v): ἑσπέρας codd. πρωίαν Α: πρωίας ML, ἃς corr. in ἂν Η 23 ἀλοκότους M; σκοταίους coni. Mang. τύχη A 24 ἠναντιοῦτο Α (Mang.): ἠλλοτριοῦτο MH (Turn.) 25 μησὶν L) [*](17 sqq. cf. U. Wilcken, Abh. d. Sächs. Ges. d. Wiss. XXVII 783.)

v.6.p.151
ἐν αὐτῷ πολλὰ διέτριβε μονούμενος καὶ τὸν οἰκεῖον ἐπιστένων καὶ κατακλαίων δαίμονα.

λέγεται δέ ποτε καὶ περὶ μέσας νύκτας ὥσπερ οἱ κορυβαντιῶντες ἔνθους γενόμενος, ἐκ τῆς ἐπαύλεως ἔξω προελθὼν καὶ τὴν ὄψιν ἀνατείνας εἰς οὐρανὸν καὶ τοὺς ἀστέρας, τὸν ἐν κόσμῳ κόσμον ὄντως ἰδών, ἀναβοῆσαι·

„βασιλεῦ θεῶν καὶ ἀνθρώπων, οὐκ ἄρα τοῦ τῶν Ἰουδαίων ἔθνους ἀμελῶς ἔχεις, οὐδ’ ἐπιψεύδονται τὴν ἐκ σοῦ πρόνοιαν, ἀλλ’ ὅσοι φασὶν αὐτοὺς μὴ προαγωνιστῇ σοι καὶ ὑπερμάχῳ χρῆσθαι, δόξης ὑγιοῦς διαμαρτάνουσι. σαφὴς δ’ ἐγὼ πίστις· ὅσα γὰρ κατεμάνην τῶν Ἰουδαίων, αὐτὸς πέπονθα.

τὰς οὐσίας ἁρπαζομένων περιεῖδον ἐκεχειρίαν τοῖς λεηλατοῦσι διδούς· ἀφῃρέθην διὰ τοῦτο τὰ πατρῷα καὶ μητρῷα καὶ ὅσα ἐν μέρει χάριτος καὶ δωρεᾶς ἔλαβον ἢ ὅσα ἄλλα καθ’ ἑτέρας ἰδέας ἐκτησάμην.

ὠνείδισά ποτε ἀτιμίαν καὶ ξενιτείαν αὐτοῖς ἐπιτίμοις οὖσι κατοίκοις, ἵν’ ἡσθῶσιν οἱ ἀντίπαλοι, πλῆθος ἀσύντακτον καὶ πεφορημένον, ὑφ’ οὗ κολακευόμενος ὁ δυστυχὴς ἠπατώμην· διὰ τοῦτο ἠτίμωμαι καὶ φυγὰς ἐξ ἁπάσης ἐληλαμένος τῆς οἰκουμένης ἐνταυθοῖ συγκέκλεισμαι.

παράγων εἰς τὸ θέατρον ἐνίους ἐν ὄψεσι τῶν ἐχθίστων αἰκίζεσθαι προσέταττον ἀδίκως· τοιγαροῦν ἐγὼ δικαίως οὐκ εἰς θέατρον ἓν ἢ μίαν πόλιν ἐπὶ ταῖς ἐσχάταις ὕβρεσι παρήχθην αἰκισθεὶς πρὸ τοῦ σώματος τὴν ἀθλίαν ψυχήν, ἀλλ’ ἐπόμπευσα διὰ μὲν πάσης Ἰταλίας ἄχρι Βρεντεσίου, διὰ δὲ πάσης Πελοποννήσου μέχρι Κορίνθου, διὰ δὲ τῆς Ἀττικῆς καὶ τῶν νήσων ἄχρις Ἄνδρου, τῆς ἐμῆς εἱρκτῆς.

καὶ πέπεισμαι σαφῶς, ὅτι οὐκ ἔστιν ὅρος οὗτος τῶν ἐμῶν κακοπραγιῶν, ἀλλ’ ἐφεδρεύουσιν ἕτεραι πρὸς ἐκπλήρωσιν ἀντίρροπον ὧν εἰργασάμην. ἀνεῖλόν τινας καὶ ἀναιρεθεῖσι πρὸς ἑτέρων οὐκ ἐπεξῆλθον· κατελεύσθησάν τινες καὶ ζῶντες οἱ μὲν ἐνεπρήσθησαν, οἱ δὲ διὰ μέσης κατεσύρησαν ἀγορᾶς, ἕως ὅλα τὰ σώματα αὐτοῖς ἐδαπανήθη.

τούτων οἶδ’ ὅτι ἀναμένουσί με αἱ Ποιναί, καὶ οἱ ἀλάστορες ὥσπερ ἐπὶ βαλβῖσιν ἑστᾶσιν ἤδη καὶ φονῶντες ἔγκεινται, καὶ καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν, προαποθνῄσκω πολλοὺς θανάτους ὑπομένων ἀνθ’ ἑνὸς τοῦ τελευταίου.“

πολλάκις δὲ ἐδειματοῦτο καὶ [*](1—3 ἐν αὐτῷ — γενόμενος om. Α 1 διέτριβε M: διέτριβεν Η (v) 5 ἀνεβόησε A 6 ἀλ᾿ (sic) H 8 διαμαρτάνουσιν L δ’ om. M 9 ἁρπαζόμενον M ἐκκεχειρίαν A 11 ὅσ᾿ A 12 ὠνείδησά H ἀτιμίας Turn. καὶ κατοίκοις coni. Mang. (Dahl) 13 συμπεφορημένον (mavult Mang.) 18 τὴν om. Η (Turn.) 19 διὰ μὲν MH (Turn.): μὲν διὰ A (Mang.) βρεντεσίου M: βρεντεσίου Α, τε corr. in τη βρεντησίου L (v) 20 πελοποννήσου L: πελοπονήσου MAH μέχρι AH: ἄχρι M 21 ἄχρι Α 22 οὗτος MAH (Turn.): τοῦτο Ven. 41 (Mang.) ἕτεραι Η: ἕτεροι MA 23 ἀναιρεθεῖσι MAH (Mang.): ἀναλωθεῖσι Ven. 41; ἀναιρεθήσομαι Turn. 24 καταυ λεύσθησάν AH2 (mavult Mang., Dahl): κατελύθησάν H1 (v), κατελῄθησάν L, κατεσκεδάσθησάν Α 26 αὐτοῖς MH (Turn.): αὐτῶν Α (Mang.) 28 δ’ Α 29 τοῦ om. A δ’ A)

v.6.p.152
διεπτόητο καὶ φρίκῃ μὲν τὰ μέλη καὶ μέρη τοῦ σώματος κατεσείετο, φόβῳ δ’ ὑπότρομον εἶχε τὴν ψυχὴν ἄσθματι καὶ παλμῷ τινασσομένην, ἅτε τοῦ μόνου παρηγορεῖν τὸν ἀνθρώπινον βίον ἐκ φύσεως δυναμένου στερόμενος, χρηστῆς ἐλπίδος.

ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης. ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον; ἀηδέστατον αἱ κατὰ πόλιν διατριβαί· ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία; σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος.

"βουλεύεταί τι“ φησί "κατ’ ἐμοῦ ὁ θᾶττον βαδίζων· οὐ πρὸς ἕτερόν τι σπεύδων ἔοικεν, ἀλλ’ ἐμὲ διώκει· ὁ ἡδὺς ἐνεδρεύει, ὁ παρρησιαστὴς καταφρονεῖ· σιτία μοι καὶ ποτὰ καθάπερ τοῖς θρέμμασιν ἐπὶ σφαγὴν δίδοται.

μέχρι τίνος ὁ σιδηροῦς πρὸς τοσαύτας ἀντέχω συμφοράς; οἶδ’ ὅτι μαλακίζομαι πρὸς θάνατον, ἐξ ἐπηρείας δαίμονος οὐκ ἐπιτρέποντός μοι τὴν ἀθλίαν ζωὴν συντόμως ἀπορρῆξαι διά τινας ὑπερβολὰς ἀνηκέστων κακῶν, ἃ κατ’ ἐμοῦ θησαυριζόμενος

χαρίζεται τοῖς δολοφονηθεῖσι.“ τοιαῦτα ἀναπολῶν καὶ σφαδᾴζων ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον. Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.