In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὡς δ’ ᾔσθοντο τὴν ἀπαγωγὴν καὶ τὸν Φλάκκον ἐντὸς ἀρκύων ἤδη γεγενημένον, προτείνοντες τὰς χεῖρας εἰς οὐρανὸν ὕμνουν καὶ παιᾶνας ἐξῆρχον εἰς τὸν ἔφορον θεὸν τῶν ἀνθρωπίνων πραγμάτων, „οὐκ ἐφηδόμεθα", λέγοντες „ὦ δέσποτα, τιμωρίαις ἐχθροῦ, δεδιδαγμένοι πρὸς τῶν ἱερῶν νόμων ἀνθρωποπαθεῖν· ἀλλὰ σοὶ δικαίως εὐχαριστοῦμεν οἶκτον καὶ ἔλεον ἡμῶν λαβόντι καὶ τὰς συνεχεῖς καὶ ἐπαλλήλους κακώσεις ἐπικουφίσαντι.“
πάννυχοι δὲ διατελέσαντες ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ ἅμα τῇ ἕῳ διὰ πυλῶν ἐκχυθέντες ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφικνοῦνται — τὰς γὰρ προσευχὰς ἀφῄρηντο — κἀν τῷ καθαρωτάτῳ στάντες ἀνεβόησαν ὁμοθυμαδόν·
„γῆν καὶ θάλατταν, ἀέρα τε καὶ οὐρανόν, τὰ μέρη τοῦ παντὸς καὶ σύμπαντα τὸν κόσμον, ὦ μέγιστε βασιλεῦ θνητῶν καὶ ἀθανάτων, παρακαλέσοντες εἰς εὐχαριστίαν τὴν σὴν ἥκομεν, οἷς μόνοις ἐνδιαιτώμεθα, τῶν ἄλλων ὅσα δημιουργεῖται πρὸς ἀνθρώπων ἐληλαμένοι καὶ στερόμενοι πόλεως καὶ τῶν ἐν πόλει δημοσίων καὶ ἰδιωτικῶν περιβόλων, ἀπόλιδες καὶ ἀνέστιοι μόνοι τῶν ὑφ’ ἥλιον ἐξ ἐπιβουλῆς ἄρχοντος γενόμενοι.
χρηστὰς ὑπογράφεις ἡμῖν ἐλπίδας καὶ περὶ τῆς τῶν λειπομένων ἐπανορθώσεως, ἤδη ταῖς ἡμετέραις λιταῖς ἀρξάμενος συνεπινεύειν, εἴ γε τὸν κοινὸν ἐχθρὸν τοῦ ἔθνους καὶ τῶν ἐπ’ αὐτῷ συμφορῶν ὑφηγητὴν καὶ διδάσκαλον μέγα πνέοντα καὶ οἰηθέντα διὰ ταῦτα εὐδοκιμήσειν ἐξαίφνης καθεῖλες, οὐ πορρωτάτω γενόμενον, ἵν’ αἰσθόμενοι δι’ ἀκοῆς οἱ [*](1 καὶ codd. (Turn.): τὰ Mang. (sed coni. καὶ vel εἶτα) 2 δὲ GH (v) ὀδυνηρῶς] ἀνιαρῶς Α (probat Mang.) 2. 3 πεπιεσμένας M 3 συνείλοντο (sed pr. ο corr. in η) Η, συνείχοντο Α (probat Mang.) 4 ἀπαγγέλλοντες M 5 τῷ] τὸ GL (Turn.) 7 διαθεόντων om. A 8 συντόνῳ μετὰ σπουδῆς] πολλῶ M 9 συνεξελαυνόντων M 10 ἐκ om. M. πύστιν MAH (Mang.): πίστιν GL (Turn.) 12 ἤδη om. Α προτείναντες M 13 ἐξῆρχον codd. (Mang.): ἐξῇρον Turn. ἀνΐνω (sic) M, ἀ(??)είων G 15. 16 ἔλεον καὶ οἶκτον transp. A 17 καὶ ἅμα M (Mang.): ἄμα ceteri (Turn.) 19 ἀφῄρηνται A 20 θάλασσαν L (v) καὶ ante τὰ add. Α (Mang.) 22 περικαλέσοντες, H1, περὶ corr. in παρά, tum ε et ι ss. H2, παρακελεύσαντες A μόνος M 25 ἐπιβολῆς M 26 γενάμενοι (sic) G ἐλπίδας om. M 26. 27 λιπομένων G; λοιπῶν coni. Mang. 27 λιταῖς] εὐχαῖς Α 29 καὶ διδάσκαλον om. M)
Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων,
οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’ ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς, πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ.
χαλεπὸν δ’ οὐδὲν οὕτως, ὡς ὑπ’ ἐλαττόνων κρείττους καὶ πρὸς ὑπηκόων ἄρχοντάς ποτε γενομένους κατηγορεῖσθαι, ὥσπερ ἂν εἰ καὶ δεσπότας ὑπ’ οἰκοτρίβων ἢ ἀργυρωνήτων.
Ἀλλ’ ἦν, ὡς ἔοικε, τοῦτο κουφότερον κακὸν συγκρινόμενον ἑτέρῳ μείζονι. οὐ γὰρ ἁπλῆν τινα τάξιν ἔχοντες ὑπηκόων αἰφνίδιον ἐπέθεντο ταῖς κατηγορίαις ἐπαποδυσάμενοι καὶ συμφρονήσαντες, ἀλλὰ καὶ τὸν πλεῖστον χρόνον τῆς ἐπιτροπῆς ἣν ἐπετρόπευσε τῆς χώρας ἐκ πάντων οὗτοι μάλιστ’ αὐτῷ δι’ ἀπεχθείας ἐγεγένηντο· Λάμπων μὲν ἀσεβείας τῆς εἰς Τιβέριον Καίσαρα δίκην σχὼν καὶ ἐπὶ διετίαν τριβομένου τοῦ πράγματος ἀπειρηκώς.
ὑπερθέσεις γὰρ καὶ ἀναβολὰς ὁ δικαστὴς ἐθελοκακῶν ἐσκήπτετο βουλόμενος, κἂν ἀποφύγῃ τὸ ἔγκλημα, τὸν γοῦν περὶ τοῦ μέλλοντος ἀδήλου φόβον πρὸς μήκιστον χρόνον ἐπικρεμάσας αὐτῷ ζωὴν ὀδυνηροτέραν θανάτου παρασχεῖν.
εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ [*](1 ἀμβλυτέρως Α 2 τρανωτέραν GL (v), ἀνωτέραν Α 4 δ’ om. G ἔτι MGA: ἐστὶ Η (v), ἐστί τι coni. Mang. 5 ἐπειδὴ MGA (mavult Mang.): ἐπεὶ Η ἀναχθεὶς] ἀναδειχθεὶς G ἀρχομένου (αρ ex ερ corr. vid.) M 8 αὐτῶ ω corr. ex ο) 9 ἡσίδωρός H ὑπηκόων εἶχον transp. G 10 τοιαῦτ’ Α ἀνακαλοῦντες MGA: καλοῦντες H (v) 13 ἀνθρωπείων G 14 ὑπενδύεσθαι Α ὑποδύεσθαι δικαστοῦ G: δικαστοῦ ὑπο(εν)δύεσθαι ceteri (v) προνοίᾳ om. Α 15 ἀκρίτως Α δέ ML (v) 18 γενομένους ποτὲ transp. M γενωμένους L; γεννωμένους Turn. 19 δεσπότης Α 20 ἔοικεν L (v) 21 αἰφνιδίων M 22 σωφρονήσαντες A 23 ἐπετρόπευε Α ἐκ om. Α 24 μάλιστα L (v) ἐγένοντο L (Turn.) 27 ἐσκέπτετο A 28 ἀδήλου Mang. (Dahl): ἄδηλον GH (v), ἄδολον M, ἄδικον Α 30 ἐπηρεάσθη A (sic scribendum censet Mang. omisso φάσκων) ἔφασκεν Cohn: φάσκων codd. (v))
προσεστὼς γὰρ τοῖς ἡγεμόσιν, ὁπότε δικάζοιεν, ὑπεμνηματίζετο τὰς δίκας εἰσάγων ὡς ἔχων τάξιν, εἶτα τὰ μὲν ἀπήλειφεν ἢ παρῄει ἑκών, τὰ δ’ οὐ λεχθέντα προσενέταττεν, ἔστι δ’ ὅτε καὶ ὑπηλλάττετο μεταποιῶν καὶ μετατιθεὶς καὶ στρέφων ἄνω κάτω τὰ γράμματα, κατὰ συλλαβήν, μᾶλλον δὲ καὶ κεραίαν ἑκάστην ἀργυρολογῶν ὁ γραμματοκύφων·
ὃν πολλάκις ὁ δῆμος ἅπας ὁμοθυμαδὸν εὐθυβόλως καὶ εὐσκόπως καλαμοσφάκτην ἐξεκήρυξεν, οἷς ἔγραφε μυρίους [καὶ] ἀνελόντα καὶ ζῶντας ἀθλιωτέρους τῶν ἀποθανόντων ἀπεργασάμενον, οἳ δυνάμενοι νικᾶν καὶ περιουσιάζειν ἧτταν καὶ πενίαν ἀδικωτάτην ὑπέμειναν, ὠνησαμένων ἀμφότερα τῶν ἐχθρῶν παρὰ τοῦ τὰς ἀλλοτρίας οὐσίας ἐπευωνίζοντος καὶ πιπράσκοντος.
ἀμήχανον μὲν γὰρ ἦν τοὺς ἡγεμόνας τοσαύτης χώρας ἐπιτροπεύοντας, ἀεὶ καινοτέρων ἐπεισρεόντων ἰδιωτικῶν τε καὶ δημοσίων πραγμάτων, ἁπάντων μεμνῆσθαι, καὶ ταῦτα οὐ δικάζοντας μόνον, ἀλλὰ καὶ λογισμοὺς τῶν προσόδων καὶ δασμῶν λαμβάνοντας, ὧν ἡ ἐξέτασις τὸν πλείονα τοῦ ἐνιαυτοῦ χρόνον ἀνήλισκεν.
ὁ δὲ φυλάττειν ἐπιτραπεὶς τὴν ἀναγκαιοτάτην παρακαταθήκην, τὰ δίκαια καὶ τὰς ἐπ’ αὐτοῖς ὁσιωτάτας γνώμας, ἐνεπορεύετο τὴν λήθην τῶν δικαστῶν, τοὺς μὲν νικᾶν ὀφείλοντας γράφων ἐν ἡττημένοις, τοὺς δ’ ἡττᾶσθαι μετὰ τὸν ἐπάρατον μισθὸν ἢ κυριώτερον εἰπεῖν τὸ μίσθωμα ἐν νενικηκόσιν.
[*](1 τό M γλίσχρως G εἶναι ante γλίσχρος transp. M 4 ἐπιφαύσκων coni. Mang., ἐπιφαίνων Matthaei τὸ πάνυ πλούσιον vel τὸ π. πλουτεῖν coni. Matthaei πλούσιον MAH1 (Mang.): πλοῦτον GH2L (Turn.) 6 παρεστὼς Α (Mavult Mang.) δικάζοιεν Cohn (cf. lin. 18): δικάζοιντο codd. (v) 7 ἔχοιεν coni. Mang. (Dahl) τοιάνδε post τάξιν add. Α ἀπήλειφεν M, η corr. ex ει H: ἀπείληφεν GAD 8 καὶ ante λεχθέντα add. Α alt. δ’] δέ D καὶ ὅτε transp. D 9 στρέφω M γράμματα D: πράγματα codd. (v) 10 συλλαβήν AH: συλλήβδην MG 12 ἐκήρυξεν H (Turn.) καὶ om. D 13 τῶν codd. D: καὶ v; κὰν com. Mang. 14 καὶ πενίαν om. D ὑπέμενον A 15 παρά τοῦ D: παρ’ αὐτοῦ codd. (v) 16 τοσαύτας (alt. α corr. vid.) M 17 ἀεὶ καινοτέρων Dahl: διά καινοτέρων codd. (v) ; διὸ (sic) καὶ καινοτέρων vel πυκνοτέρων coni. Matthaei 17—19 ἀεὶ — μηδέν λαθεῖν Α 19 ἡ] ἦν A 20 ὅτι ante τόν add. A ἀνήλισκεν] ἀνήλισκον εἰς δημοσίας χρείας Α ὁ φυλάττειν δ’ transp. Α 21 ἀναγκαίαν A; ἁγιωτάτην coni. Mang. 22 γενομένας ante ὁσιωτάτας add. Α (Mang.), om. ceteri (Turn.) 23 ἡττωμένοις GA 24 ἐν corr. ex εὖ Η ἐν νενικηκόσιν] ἐκνενικηκόσιν M)[*](6—16 DK fol. 239r Φίλωνος ἐκ τῶν κατὰ Φλάκκον: προεστὼς ὁ Λάμπων τοῖς ἡγεμόσιν — ἐπευωνίζοντος· ἐμπορία γὰρ αὐτῷ πλήθη (sic) τῶν δικαστῶν ὑπῆρχεν (cf. lin. 22). 10. 11 γραμματοκύφων, cf. adnot. ad p. 124,5.)Ὁ μὲν δὴ Λάμπων τοιοῦτος ὢν ἐφειστήκει κατήγορος, ὁ δ’ Ἰσίδωρος οὐκ ἀποδέων τὴν μοχθηρίαν, ἄνθρωπος ὀχλικός, δημοκόπος, ταράττειν καὶ συγχέειν πράγματα μεμελετηκώς, ἐχθρὸς εἰρήνῃ καὶ εὐσταθείᾳ, στάσεις καὶ θορύβους κατασκευάσαι μὲν οὐκ ὄντας, γενομένους δὲ συγκροτῆσαι καὶ συναυξῆσαι δεινός, ὄχλον ἀσύντακτον καὶ πεφορημένον ἐκ μιγάδων καὶ συγκλύδων ἡρμοσμένον περὶ αὑτὸν ἔχειν ἐσπουδακώς, ὃς εἰς μοίρας καθάπερ τινὰς συμμορίας διανενέμηται.
θίασοι κατὰ τὴν πόλιν εἰσὶ πολυάνθρωποι, ὧν κατάρχει τῆς κοινωνίας οὐδὲν ὑγιές, ἀλλ’ ἄκρατος καὶ μέθη καὶ παροινίαι καὶ ἡ τούτων ἔκγονος ὕβρις· σύνοδοι καὶ κλῖναι προσονομάζονται ὑπὸ τῶν ἐγχωρίων.
ἐν ἅπασι τοῖς θιάσοις ἢ τοῖς πλείστοις ὁ Ἰσίδωρος τὰ πρωτεῖα φέρεται καὶ λέγεται ὁ συμποσίαρχος, ὁ κλινάρχης, ὁ ταραξίπολις. εἶτα ὅταν τι βουληθῇ διαπράξασθαι τῶν ἀλυσιτελῶν, ἀφ’ ἑνὸς συνθήματος ἀθρόως συνέρχονται καὶ τὸ κελευσθὲν λέγουσι καὶ δρῶσι. καί ποτε τῷ Φλάκκῳ δυσχεράνας,
ὅτι δόξας παρ’ αὐτῷ τις εἶναι κατ’ ἀρχὰς οὐκέθ’ ὁμοίως αὖθις ἐσπουδάζετο, μισθοδοτήσας τοὺς ἀλειφοβίους καὶ φωνασκεῖν εἰωθότας, οἳ τὰς καταβοήσεις ὥσπερ ἐπ’ ἀγορᾶς πιπράσκουσι τοῖς ἔχουσιν ὠνητικῶς, παρακελεύει συνελθεῖν εἰς τὸ γυμνάσιον.
οἱ δὲ πληρώσαντες αὐτὸ τοῦ Φλάκκου ἀπ’ οὐδεμιᾶς προφάσεως κατηγόρουν, ἀγένητα πλάττοντες ἐγκλήματα καὶ ψευδεῖς ῥήσεις δι’ ἀναπαίστων καὶ μακρὰς συνείροντες, ὡς καταπεπλῆχθαι μὴ μόνον Φλάκκον ἀλλὰ καὶ τοὺς ἄλλους ἐπὶ τῷ παραλόγῳ καί, ὅπερ ἦν, συμβαλεῖν, ὅτι πάντως ἐστί τις ᾧ χαρίζονται, μήτ’ αὐτοί τι πεπονθότες ἀνήκεστον μήτε τὴν ἄλλην πόλιν εὖ εἰδότες πλημμεληθεῖσαν.
ἔπειτα [*](1 δὴ] οὖν Α ὢν om. A κατήγορος] κτήσεως N 2 ἡσίδωρος H ὀχληρός D 3 συγχέειν] κυκᾶν GD εἰρήνης N 4 εὐσταθείας N καὶ θορύβους] καθορύβους M 5 συναυξῆσαι καὶ συγκροτῆσαι trausp. Α 6 πεφορημένων M, πεφυρμένον D; πεφυρημένον coni. Matthaei σὺν κλύδωνι ἡθροισμένον D ἡρμωσμένον G αὑτὸν A: αὐτόν MHD, ἑαυτὸν GN 7 διανενέμητο Α 9 ἀλλά G μέθαι παροινία N ἔκγονος] ἔκμονος (sic) N 10 καὶ ante ἐν add. N 11 ήσίδωρος H φέρεται καὶ λέγεται MGHN (Turn.): λέγεται φέρεσθαι Α; φέρεσθαι λέγεται Mang. 12 συμποσίαρχος Turn. (v): ποσίαρχος codd., κλίναρχος A 13 ἀθρόον Α, ἀθρόοι N συνέρχονται (ον corr. ex ε) λέγουσιν L ὅτι Turn. (v): ἔτι codd. γὰρ ante τοὺς add. A ἀλειφοβίους HN, ἀλειφοβία ἀλιφοβίους G, ἀλειφομένους A; ἀλητηβίους ἀλητοβίους coni. Matthaei φωνασκεῖν Α (Mang.): φωνομαζεῖν MH (Turn.), φονομαζεῖν N, φωνομαζᾶν G 17 πιπράσκουσιν M 18 συνελθεῖν] ἐλθεῖν N γνυμνάσιον (sic) M αὐτὸ AL: αὐτόν MGN, ὂν corr. in ὁ H τοῦ φλάκκου N (v): τὸν φλάκκον ceteri ἐπ᾿ N 19 ἀγένητα GA: ἀγέννητα MH (v) 20 μακράς GAL (Mang.): μακρὰ MHN (Turn.) 22 μήτ᾿ (corr. ex μὴ δ’) H: μὴ δ’ MGN, μὴ δὲ Α πεπονθότος Α) [*](1—23 N fol. 152r περὶ τοῦ Φλάκκου: ὁ μὲν δὴ Λάμπων—πλημμεληθεῖσαν. 2 — 7 DK. fol. 259v Φίλωνος ἐκ τῶν κατὰ Φλάκκον: ἄνθρωπος—ἐσπουδακώς. 9. 10 ἡ—ὕβρις cf. adn. ad p. 136,23. ἀλειφοβίους: cf. Hesych. Phot. lex. Bekker 382,17.)