Quod Omnis Probus Liber Sit
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
καὶ γὰρ ἐκεῖνος τῶν Εὐρυσθέως ἐπιταγμάτων διεφάνη κρείττων. ὁ γοῦν κυνικὸς φιλόσοφος Διογένης ὕψει καὶ μεγέθει τοσούτῳ φρονήματος ἐχρήσατο, ὥσθ’ ἁλοὺς ὑπὸ λῃστῶν, ἐπεὶ γλίσχρως καὶ μόλις τὰς ἀναγκαίας αὐτῷ παρεῖχον τροφάς, οὔθ’ ὑπὸ τῆς παρούσης τύχης γναμφθεὶς οὔτε τὴν ὠμότητα τῶν ὑπηγμένων δείσας "ἀτοπώτατον οὖν“ ἔφη "γίνεται, δελφάκια μὲν ἢ προβάτια, ὁπότε μέλλοι πιπράσκεσθαι, τροφαῖς [*](1 F ξανθίους Η: ξανθία FGP, ξανθίσας M, ξανθὸν AQT 2 ἐπιτιθεμένων F ἐπιὼν AQT: σκηπίων M, καὶ ἐπιὼν ceteri (v) 3 δουλείαν add. Mang., om. codd. 4. 5 ἦν αὐτῶ καῖσαρ M: αὐτῶ καῖσαρ ἦν ceteri (v) 5 post μὲν add. αὐτῶ AQT τ’ Α 6 ὐπανελόμενοι P δ’ Α ἔτ’ ἀντεῖχον F2: ἐπαντεῖχον M, ἔτ’ ἀντισχὸν F1GH (v), ἔτ’ ἀνίσχον P, ἔτ’ ἀνεῖχον QT, ἔτ’ ἀνέχον Α ὡς δ’ Μ 7 ἐδαπάνησαν M: ἐδαπανήθησαν ceteri (v) 8 τὰ σφάγια νήσαντες] ἐφοδιάσαντες M νήσαντες] στήσαντες H (Turn.), θύσαντες L 9 ἐνιέντες M ἐπικαταφλέξαντες F 10 ἐλευθέρου καὶ εὐγενοῦς M: εὐγενοῦς καὶ ἐλευθέρου ceteri (v) ἐξέπλησαν] ἐξέπλησαν Η ἐξέτλησαν v), ἐξεσύλησαν M: ἐξετέλεσαν coni. Mang. 12 μετ’ εὐκλείας] σὺν εὐκλεία M ᾑροῦντο] ἡγοῦντο AT δ’ M τὰ πράγματα ζῆν transp. M 13 τλητικῶς corr. ε ο ex πληκτικῶς A ὑπέμειναν Η 14 τῶν om. F εὐρυσθέος P ἐπιταγμάτων om. M ἐφάνη P 15 γοῦν] γὰρ T, δὲ Α ὕψει] ὄψει L (Turn.) τοσούτου MFA 16 ἐχρήσατο] ἐγεύσατο Α ὥσθ’ ἁλοὺς ὑπὸ ληστῶν] ὥστ’ ἄλλους ὑποπλήττων M γλίσχρως om. M μόλις scripsi (cf. M): μόγις codd. (v) μόλις τὰς] μάλιστ᾿ M 17 αὐτῶ παρεῖχον MA: αὐτῷ om. T, παρεῖχον αὐτῶ ceteri (v) γναμφθεὶς M: καμφθεὶς ceteri (Turn.) 18 οὖν MPQ: om. ceteri (Turn.) γίγνεται M 19 πρόβατα F μέλλει QT) [*](1 sqq. cf. Appian. Bell. civ. IV 76—80. Cass. Dio 47, 34.)
λαβὼν δὲ τροφὰς διαρκεῖς, ἐπειδὴ μεθ’ ἑτέρων αἰχμαλώτων ἔμελλεν ἀπεμπολεῖσθαι, καθίσας πρότερον ἠρίστα μάλ’ εὐθαρσῶς, ἐπιδιδοὺς καὶ τοῖς πλησίον. ἑνὸς δὲ οὐχ ὑπομένοντος, ἀλλὰ καὶ σφόδρα κατηφοῦντος, „οὐ παύσῃ τῆς συννοίας;
χρῶ τοῖς παροῦσιν“ ἔφη·
ὅτι θεασάμενός τινα τῶν ὠνουμένων, ὃν θήλεια νόσος εἶχεν, ἐκ τῆς ὄψεως οὐκ ἄρρενα προσελθὼν ἔφη· „σύ με πρίω· σὺ γὰρ ἀνδρὸς χρείαν ἔχειν μοι δοκεῖς,“ ὡς τὸν μὲν δυσωπηθέντα ἐφ’ οἷς ἑαυτῷ συνῄδει καταδῦναι, τοὺς δὲ ἄλλους τὸ σὺν εὐτολμίᾳ εὐθυβόλον ἐκπλήττεσθαι. ἆρά γε τῷ τοιούτῳ δουλείαν, ἀλλ’ οὐ μόνον ἐλευθερίαν δίχα ἀνυπευθύνου ἡγεμονίας ἐπιφημιστέον;
ζηλωτὴς δὲ τῆς τούτου παρρησίας ἐγένετό τις Χαιρέας τῶν ἀπὸ παιδείας. Ἀλεξάνδρειαν γὰρ οἰκῶν τὴν πρὸς Αἰγύπτῳ, δυσχεράναντός ποτε Πτολεμαίου καὶ ἀπειλήσαντος οὐ μετρίως, τῆς ἐκείνου βασιλείας οὐδὲν ἐλάττονα τὴν ἐν τῇ ἑαυτοῦ φύσει νομίσας ἐλευθερίαν, ἀντέλεξεν·
τὸ λαμπρὸν πλεονεξίᾳ τύχης οὐκ ἀμαυρούμεναι, ὃ προτρέπει καὶ τοῖς τἀξίωμα ὑπερόγκοις ἐξ ἴσου διαφέρεσθαι, ἀλαζονείᾳ παρρησίαν ἀντιτάττον.
Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσον“ φάναι, „τὸ δ’ αὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ.
καὶ [*](1 χαριεντισμὸν] χάριν σεισμὸν M συνήθους] συνωθούσης M ἐκκεχειρίας APT ἐκεχειρίας corruptum; εὐχερείας coni. Mang. ἐφ’ ἦ AQT: ἔφη FP, ἐφ’ ὧ H (v), ἐφ’ οἷς M, κἂν G οἱ ἄλλοι] οἷα M 2 γοῦν] οὖν Α 2. 3 τῶν ὠνουμένων σε om. AQT 3 οὐκ ἄρρενα] ὡς οὐκ εἰς ἄρρενα P 4 ἔφη· σὺ] ἔφη M με πρίω] μ’ ἐπρίω L (Turn.), μετρίως M σὺ γὰρ] οὐ γὰρ M 5 συνῄδει] σύνοιδε H (v) καταδῦναι] κάτα . . . (spat. 5—6 litt.) G 6 σὺν μετ’ εὐτολμίας conicio 6. 7 ἆρά γε (γ᾿ Α) ἐλευθερίαν τῶ τοιούτω δούλω, οὐδὲ οὐ δὴ QT) μόνην ἐλευθερίαν AQT 7 οὐ] οὐδὲ (A)FP μόνον M: μόνην ἂν ceteri (v) δίχ᾿ Α ἡγεμονείας P 9 ἀλεξάνδρ Α τὴν πρὸς Αἰγύπτῳ om. F πρὸς αἴγυπτον P δυσχεράνοντος P 12 ἀλογίζω P 13 ὄθομαι] αἴθομαι AP 15 ὃ] αἷς Α, καὶ P προτρέπει MPT: πρέπει ceteri (Turn.) τἀξίωμα M: τὸ ἀξίωμα ceteri (v) 16 ἀλαζονείαν Α παρρησία Μ, παρουσίαν Α ἀντιτάττον M, ἀντιτάττων H, ἀντιτάττουσαι AP2 17 ἐκπεσόντα τῶν ἀθηνῶν τὸν μοναχὸν (sic) ἐπικληθέντα ἄθεον transp. AQT 18 δρασμὸν] διωγμὸν F2 in ras. ὠνείδιζεν M 19 διαφορᾶ Α ἐξέπεσε M 20 οὐκ seclusi Mangeii sententiam secutus ἐξέπεσον] ἔπεσον AQT, om. M φάναι] ἔφη P) [*](12 Hom. II. A 180. 181.)
προσανερομένου δὲ Λυσιμάχου· „μὴ καὶ ἐκ τῆς πατρίδος ἐξέπεσες φθόνῳ;“ πάλιν ἀποκρίνασθαι· „φθόνῳ μὲν οὔ, φύσεως δὲ ὑπερβολαῖς, ἃς ἡ πατρὶς οὐκ ἐχώρει.
καθάπερ γὰρ Σεμέλης, ἡνίκα Διόνυσον ἐκύει, τὸν ὡρισμένον ἄχρι τῆς ἀποτέξεως χρόνον ἐνεγκεῖν οὐ δυνηθείσης, καταπλαγεὶς Ζεὺς τὴν τοῦ κατὰ γαστρὸς φύσιν ἠλιτόμηνον ἐξελκύσας ἰσότιμον τοῖς οὐρανίοις ἀπέφηνε θεοῖς, οὕτω κἀμέ, τῆς πατρίδος βραχυτέρας οὔσης ἢ ὥστε δέξασθαι φιλοσόφου φρονήματος ὄγκον τοσοῦτον, δαίμων τις ἢ θεὸς ἀναστήσας εἰς εὐτυχέστερον τόπον Ἀθήνας ἀποικίσαι διενοήθη.“
Τῆς δὲ ἐν σοφοῖς ἐλευθερίας, ὥσπερ καὶ τῶν ἄλλων ἀνθρωπίνων ἀγαθῶν, κἀν τοῖς ἀλόγοις ζῴοις παραδείγματα σκοπῶν ἄν τις εὕροι. οἱ γοῦν ἀλεκτρυόνες οὕτως εἰώθασι φιλοκινδύνως ἀγωνίζεσθαι, ὥστε ὑπὲρ [*](1 τῶν] τὸν F 2 ἕρμα] ἔρυμα M ἐναυβάρει GHP1: ἐ(??)βάρει F, ἐναυβάτει M (prob. Mang.), ἐναυάγει AQTP2 3 μετανέστην FGHP: μετανάστης MAQT 4. 5 ὕψει—δυνηθέντων om. AQT 5 post συνδραμεῖν add. μὴ θελήσας ἀθηναίοις AQT ἅμα M: ἀλλὰ ceteri (v) προσαναφερομένου L 6 μὴ om. M ἐξέπεσε ATP2, ἐκπέσας M πάλιν om. Η (Turn.), om. in ἁ lac. M ἀποκρίνεσθαι M 7 δ’ MA πατρὶ,] πάτριος HP1 8 σεμέλην M 9 καταπλαγεὶς] καταλαβὼν coni. Mang. 9. 10 Ζεὺς— φύσιν om. T 10 ἠλιγόμηνον Α ἐξελκύσας M: ἐξετέλεσε καὶ Α, ἐξέκαυσε καὶ ceteri (v) ἀπέφανε Α, ἐναπέφηνε P 11 ἢ om. M 12 φιλοσόφου] φιλοτιμίαν AQT ὄγκον τὲ τοσοῦτον AQT τις om. M 13 ἀθηνῶν AQT ἀποικῆσαι M 14 τῆς] τοῖς G δ’ A 15 κἀν H: ἐν ceteri ἄν τις σκοπῶν transp. M εὕροι om. M 16 οὕτως] ὄντως M, ὅπως F φιλοκινδύνως] φιλωδύνως M, φιλογύνως G, φιλοτίμως F ὑπὲρ] ὑπὸ QT) [*](1 sqq. Apollod, Bibl. I 9, 19, 3 Φερεκύδης δέ αὐτὸν (Ἡρακλέα) ἐν Ἀφεταῖς τῆς ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθεγξαμένης μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. Schol. Apoll. Rh. I 1290 Ἀντίμαχος ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τό καταβαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος 5 sqq. Plut. de exilio 16 . . . θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντ’ ἐξέβαλε᾿, ‘ναί᾿, εἶπε, ‘μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον᾿. Diog. La. II 102 ὅτε καὶ παρρησιαζομένῳ φησὶν ὁ Λυσίμαχος, ‘λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ 6 ἐκπεσὼν Ἀθήνηθεν;᾿ καὶ ὅς, ‘ὀρθῶς ἀκήκοας· ἡ γὰρ τῶν Ἀθηνίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ ἡ Σεμέλη τόν Διόνυσον, ἐξέβαλε᾿.)
ἡττώμενοι ταῖς εὐτολμίαις ἄχρι θανάτου παραμένουσιν. ὃ συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγός, ἡνίκα βασιλεὺς ὁ Περσῶν ἅπασαν τὴν ἀκμὴν τῆς Ἀσίας ἀναστήσας μυριάσι πολλαῖς διέβαινεν ἐπὶ τὴν Εὐρώπην, ὡς ἀναρπάσων αὐτοβοεὶ τὴν Ἑλλάδα, συναγαγὼν ἐν τῷ παναθηναϊκῷ τοὺς συμμάχους ὀρνίθων ἀγῶνας ἐπέδειξε, λόγου παντὸς δυνατωτέραν ὑπολαμβάνων ἔσεσθαι τὴν διὰ τῆς τοιαύτης ὄψεως παρακέλευσιν· καὶ γνώμης οὐχ ἥμαρτε.
θεασάμενοι γὰρ τὸ τλητικὸν καὶ φιλότιμον ἄχρι τελευτῆς ἐν ἀλόγοις ἀήττητον, ἁρπάσαντες τὰ ὅπλα πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς ἐχθρῶν ἀγωνιούμενοι σώμασι, τραυμάτων καὶ σφαγῶν ἀλογοῦντες, ὑπὲρ τοῦ καὶ ἀποθανόντες ἐν ἐλευθέρῳ γοῦν τῷ τῆς πατρίδος ἐδάφει ταφῆναι. προτροπῆς γὰρ εἰς βελτίωσιν οὐδὲν οὕτως αἴτιον, ὡς ἡ τῶν ἀφανεστέρων ἐλπίδος μείζων κατόρθωσις.
τοῦ δὲ περὶ τοὺς ὄρνιθας ἐναγωνίου μέμνηται καὶ ὁ τραγικὸς Ἴων διὰ τούτων·
τοὺς οὖν σοφοὺς τί οἰόμεθα οὐκ ἀσμενέστατα δουλείας ἀντικαταλλάξεσθαι τελευτήν; τὰς δὲ τῶν νέων καὶ εὐφυῶν ψυχὰς ἆρ’ οὐκ ἄτοπον λέγειν ἐν ἄθλοις ἀρετῆς ὀρνίθων ἐλαττοῦσθαι καὶ μόλις φέρεσθαι τὰ δευτερεῖα;
[*](2 ἡττώμενοι MP: ἡττῶνται ceteri (v) ἄχρι MG: ἀλλ’ ἄχρι F, ἄχρι γάρ ceteri (v) 4.5 τὴν εὐρώπην M: τῆς εὐρώπης ceteri (Turn.) 6 ἀγῶνας M: ἀγῶνα ceteri (v) ὑπέδειξε AQT 7 ὑπολαμβάνων M: ὑπολαβὼν ceteri (v) 8 ἥμαρτεν M θεασάμενος Α 9 τελευτῆς] τελε τὰς ὡς (sic) M τὰ om. M ἀγωνιούμενοι] ἐναγωνιούμενοι H (v) σώμασιν P 10. 11 ἀλογοῦντες τραυμάτων καὶ σφαγῶν transp. P 11 ἀλογούντων T ἀποθανόντας M ἐν om. M ἐν ἐλευθερία AQT γοῦν τῶ codd.: τῷ γοῦν v 12 προτροπὴ M γὰρ] δέ QT 13 ἐλπίδων P τοὺς] τὰς T 15 οὐδ’ ὅ γε GHP: οὐδέ γε τὸ M, οὐδ’ εἴ γε F, οὐδ’ ὅτε Α, οὐδ’ ὅτι QT τυπεὶς MGQ: τύπτεις FHP, τύπτει AT διφυεῖς APQT: διαφυεῖς FH, διαφυεῖς M, διαφ εῖς G ἀλκῆς MQT 17 δ’ ὅ γε] δ’ ὅτε Α, δέ γε M δουλοσύνης AQT 18 οὐκ om. QT ἀντικαταλλάξεσθαι scripsi: ἀντικαταλλάξασθαι MFG, ἀνταλλάξασθαι ceteri (ἀνταλλάξεσθαι v) 19 νέων] εὐγενῶν coni. 20 ὀρνιθίων M μόλις] μόγις F)[*](3 sqq. eandem quam de Miltiade Philo historiolam de Themistocle narrat Aelianus Var. Hist. II 28; cf. etiam (de Socrate et Iphicrate) Diog. La. II 30. 15 sqq. Ion trag. frg. 53.)Καὶ μὴν οὐδ’ ἐκεῖνό τις τῶν ἐπὶ βραχὺ παιδείας ἁψαμένων ἀγνοεῖ, ὅτι καλὸν μὲν πρᾶγμα ἐλευθερία, αἰσχρὸν δὲ δουλεία, καὶ ὅτι τὰ μὲν καλὰ πρόσεστι τοῖς ἀγαθοῖς, τὰ δ’ αἰσχρὰ τοῖς φαύλοις· ἐξ ὧν ἐναργέστατα παρίσταται τὸ μήτε τινὰ τῶν σπουδαίων δοῦλον εἶναι, κἂν μυρίοι τὰ δεσποτῶν σύμβολα προφέροντες ἐπανατείνωνται, μήτε τῶν ἀφρόνων ἐλεύθερον, κἂν Κροῖσος ἢ Μίδας ἢ ὁ μέγας βασιλεὺς ὢν τυγχάνῃ.
τὸ δὲ ἐλευθερίας μὲν ἀοίδιμον κάλλος δουλείας δὲ ἐπάρατον αἶσχος ὑπὸ τῶν παλαιοτέρων καὶ πολυχρονιωτέρων καὶ ὡς ἐν θνητοῖς ἀθανάτων, οἷς θέμις ἀψευδεῖν, πόλεών τε καὶ ἐθνῶν μαρτυρεῖται.
βουλαί τε γὰρ καὶ ἐκκλησίαι καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἀθροίζονται περὶ τίνος μᾶλλον ἢ ἐλευθερίας παρούσης μὲν βεβαιώσεως, εἰ δ’ ἀπείη, κτήσεως; ἡ δ’ Ἑλλὰς καὶ βάρβαρος κατὰ ἔθνη στασιάζουσι καὶ πολεμοῦσιν ἀεὶ τί βουλόμεναι ὅ τι μὴ δουλείαν μὲν ἀποδιδράσκειν, ἐλευθερίαν δὲ περιποιεῖσθαι;
διὸ κἀν ταῖς μάχαις ἡ λοχαγῶν καὶ ταξιαρχῶν καὶ στρατηγῶν μεγίστη παρακέλευσις ἥδ’ ἐστί· „κακῶν τὸ βαρύτατον, ἄνδρες σύμμαχοι, δουλείαν ἐπιφερομένην ἀπωσώμεθα· τοῦ καλλίστου τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίας, μὴ περιίδωμεν. ἥδ’ ἐστὶν ἀρχὴ καὶ πηγὴ τῆς εὐδαιμονίας, ἀφ’ ἧς αἱ κατὰ μέρος ῥέουσιν ὠφέλειαι.“
διό μοι δοκοῦσιν οἱ τῶν Ἑλλήνων ὀξυδερκέστατοι διάνοιαν Ἀθηναῖοι — ὅπερ γὰρ ἐν ὀφθαλμῷ κόρη ἢ ἐν ψυχῇ λογισμός, τοῦτ’ ἐν Ἑλλάδι Ἀθῆναι — τὴν ἐπὶ ταῖς Σεμναῖς Θεαῖς πομπὴν ὅταν στέλλωσι, δοῦλον μηδένα προσπαραλαμβάνειν τὸ παράπαν, ἀλλὰ δι’ ἐλευθέρων ἕκαστα [*](1 paragraphos 136—143 ante paragraphum 32 transponendas esse coniecit ante τις add. εἴποι M ἀγνοεῖ om. M 3 δὲ M 4 τὸ] τὸ δὲ F μυρίοι] τινες AQT 5 προσφέροντες QT ἐπανατείνονται MP μήτ’ ἀφρόνων AT 6 τυγχάνοι Η 7 paragraphos 137—143 aliunde illatas esse censuit Massebieau δ’ Α κάλλος] κάκιον T δέ (post δουλείας) MQT: δ’ Α, τε ceteri 8 ἐν om. FGP 9 ἀθανατωτέρων M ερὶ 11 παρὰ F περὶ τίνος] περί τινος Mang. 12 κατὰ] καὶ τὰ MF 12. 13 πολεμοῦσι MP 13 ἀεὶ om. M, ante καὶ πολεμοῦσι transp. P ὅ τι μὴ] ἡ τὸ M, ὅτι χρὴ AP2 14 περιποιήσασθαι M κἀν] καὶ QT 16 ἀπωσόμεθα P 17 ἐλευθερίας om. et post περιίδωμεν add. τὸ δ’ ἔστιν ἐλευθερία P 19 ὀξυδορκέστατοι Ρ, ὀξυδερκέστεροι M τὴν διάνοιαν T 20 γάρ ss. F2 ὀφθαλμοῖς F ψυχαῖς P τοῦτο MA 21 ἀθηναῖοι Ρ2, ἀθῆναι οἱ M 22 προσπαραλαμβάνειν M: παραλαμβάνειν P, προσλαμβάνειν ceteri (v)) [*](2 Stob. Ecl. II 7, 11 g (de Stoicis) καθόλου δὲ τοῖς μέν σπουδαίοις πάντα τἀγαθὰ ὑπάρχειν, τοῖς δέ φαύλοις πάντα τά κακά. 21 Σεμναὶ Θεαί intellegendae sunt Demeter et Persephone: erat autem servis ad Thesmophoria aditus Athenis illicitus: Arist. Thesmophor. 294.)